Ancient Greek
173 to 206
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 173-3-206
Not analysed yet
173 καὶ τῶνδε ναμέρτεια; καὶ τῶν εἰρημένων ὑπὸ Ἡρακλέους ἀλήθεια νῦν ἀποβαίνει ἐν τῷ παρόντι χρόνῳ ὥστε ὁπότερον πραχθῆναι. 176 ἀντὶ τοῦ ζῆν. 178 εὐφημίαν νῦν εὔφημα φώνει. 179 πρὸς πρὸς ἡδονήν. πρὸς χαρὰν λόγων: πρὸς χάριν ἀπαγγελοῦντα, λόγων ἡδονὴν διδόντα· ἐκ τοῦ στεφάνου δὲ στοχάζεται ὅτι μέλλει χρηστὰ ἀπαγγέλλειν. 181 φόβου· Ὅμηρος ὀκνείω δʼ ἵππων. 185 ἀντὶ τοῦ εὐθέως. 188 ἐν βουθερεῖ λειμῶνι: μέγα θέρος ἔχοντι ὅ ἐστι λήιον· τὸ γὰρ βου ἐπιτατικόν ἐστιν· ἢ τῷ σφόδρᾳ βαλλομένῳ καὶ θερομένῳ ἤγουν θερμαινομένῳ ὑπὸ τοῦ ἡλίου. ἄλλως: βουθερεῖ ἢ ὄνομα τοῦ λειμῶνος ἢ πολυθερεῖ· τὸ γὰρ βου ἐπιτατικόν ἐστιν· ὅ ἐστι πολλάκις θεριζομένῳ ἵν᾿ εἴπῃ πολυφόρῳ ἢ ὑπὸ βοῶν θεριζομένῳ τοῖς ὀδοῦσι τουτέστι βοῦς τρέφοντι. 192 αὐτὸς δὲ πῶς ἄπεστιν: εἰ εὐτυχεῖ ὁ Ἡρακλῆς πῶς ἄπεστιν ὁ Λίχας καὶ οὐκ ἦλθε ταχέως ἀπαγγέλλων; 193 οὐκ εὐμαρείᾳ χρώμενος. οὐ ῥᾳστώνῃ, οὐ καταφρονήσει σοῦ ἄπεστιν ἀλλὰ κρινόμενος ὑπὸ τῶν πολιτῶν· τὸ. δὲ οὐ πολλῇ ἀντὶ τοῦ οὐδὲ ὀλίγῃ· τινὲς δὲ οὕτως, οὐκ εὐχερείᾳ ἀντὶ τοῦ οὐκ ἔστιν αὐτῷ εὐχερὲς παραγενέσθαι. 194 Μηὺς ἅπας λεώς: Μηλιεῖς ἔθνος Θετταλικὸν πλησίον Τραχῖνος· Μηλία δὲ ἡ πόλις καλεῖται. 196 τὸ γὰρ τὸ ποθούμενον. 197 ἀπολύσειεν. 198 οὐχ ἑκών, ἑκοῦσι δέ: τοῖς Μηλιεῦσιν αὐτός, ὁ Λίχας, σύνεστιν οὐχ ἑκών· βούλεται γὰρ αὐτῶν ἀποστὰς ἐλθεῖν πρὸς σέ. 200 ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον: τὸν ἀπόρθητον· συμβαλόντες γὰρ οἱ δυσμενεῖς δῃοῦσι τὰ χωρία· ἄμεινον δὲ τὸν ἀφιερωμένον θεοῖς καὶ ἀγεώργητον, ὃν οὐδὲ βοτὰ καταβόσκεται· τὰ δὲ τοιαῦτα χωρία ὀργάδας ἐκάλουν. 202 φωνήσατ᾿, ὧ γυναῖκες; ἀντὶ ὀλολύξατε καὶ βοήσατε χάριν ὁμολογοῦσαι τοῖς θεοῖς. 203 ὡς ἄελπτον ὄμμ’ ἐμοὶ |φήμης. ὄμμα φήμης φησὶν αὐτὸν τὸν φανερῶς ἀπαγγείλαντα ἢ τὸ ἀπὸ τῆς φήμης φῶς· ἀνασχὸν δὲ ἀναφανέν, ἀνατεῖλαν ἐκ μεταφορᾶς τοῦ ἡλίου. 206 ἐφεστίοις ἀλαλαῖς: ταῖς ἐπὶ τῶν θυσιῶν εὐχαῖς ἀντὶ ὁ πᾶς οἶκος Ἡρακλέους θυσίας καὶ εὐχὰς ποιείτω.