Ancient Greek · ~8 min
207 to 242
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 207-242
Not analysed yet
207 ὁ μελλόνυμφος: εἴτέ τις μελλόνυμφός ἐστιν εἴτε γεγαμηκὼς ἡκέτω· κοινὴ γὰρ πάντων ἐστὶν εὐχή· ἡκέτω δὲ πᾶσα κλαγγὴ ἀρσένων τε καὶ θηλειῶν, κοινὴν εὐχὴν ποιησάτω. τὸ κοινὸς Ἀττικόν ἐστιν ὡς κλυτὸς Ἱπποδάμεια. 209 σωτῆρα. 211 ἀνάγετʼ, παρθένοι: ἀνυμνεῖτε πάντες καὶ πᾶσαι τὸν σωτῆρα καὶ παιᾶνα Ἀπόλλωνα. ἀνυμνεῖτε. 212 βοᾶτε τὰν ὁμόσπορον: ἀνυμνεῖτε καὶ τιμᾶτε τὴν ἅμα τῷ Ἀπόλλωνι σπαρεῖσαν, τὴν ἐν Ὀρτυγίᾳ τιμωμένην· νύμφας δέ φησι τὰς Ὀρεστιάδας παρόσον ἐν τοῖς ὄρεσι διατρίβει ἡ Ἄρτεμις. 214 ἀμφίπυρον: παρόσον ἀμφοτέραις ταῖς χερσὶ δᾳδουχεῖ ἡ αὐτὴ οὖσα τῇ Ἑκάτῃ. 216 ἀείρομαι οὐδʼ ἀπώσομαι: μετεωρίζομαι ἐν τῷ χορεύειν εἰς τὸν ἀέρα καὶ ἄνω αἴρομαι· τὸ γὰρ μελιδάριον οὐκ ἔστι στάσιμον ἀλλʼ ὑπὸ τῆς ἡδονῆς ὀρχοῦνται. 217 τὸν αὐλόν, ὧ τύραννε: αὐλὲ ἢ ὦ Ἡράκλεις ἢ Διόνυσε. ἄλλως: ὦ αὐλέ, τῆς ἐμῆς ψυχῆς τύραννε· ἐρεθίζει γὰρ ὁ αὐλὸς τὰς παρθένους πρὸς τὴν χορείαν· ἀντὶ τοῦ κρατῶν τῆς ἐμῆς φρενός· ἐν δὲ τῷ ταῦτα λέγειν ὀρχοῦνται ὑπὸ χαρᾶς. 218 ἰδοό μ᾿ ἀναταράσσει εὐοῖ μ᾿: εἰς Βακχικὴν ἅμιλλαν τουτέστι χορείαν παρορμᾷ με ὁ κισσός· τὸ δὲ ὑποστρέφων ἀντὶ τοῦ ἀπὸ λύπης εἰς ἡδονὴν μετάγων ἢ ὑποβάλλων. 223 ἀντίπρῳρα. ἐναντία, ἀντικείμενα τοῖς προτέροις κακοῖς, ἀγαθά· ἢ ἀντιπρόσωπα, ὑπʼ ὄψιν ὁρώμενα· ὑποδεικνύουσι δὲ τὸν Λίχαν ἐρχόμενον. 228 ἄξιον χαρᾶς. 230 κατʼ ἔργου κτῆσιν: κατὰ τὴν τοῦ ἔργου πρᾶξιν τουτέστιν ἀξίως τῆς Ἡρακλέους ἀρετῆς προσφωνούμεθα ἀντὶ οἵων ἔδει τυχεῖν προσφωνημάτων τοὺς τὰ τοιαῦτα κατειργασμένους ἐτύχομεν. ἀντὶ κατὰ τὴν ἀπαγγελίαν. 236 ἀντὶ τοῦ Ἑλλάδος· Ἀργεῖος γὰρ ὁ Ηρακλῆς. 237 κατασκευάζει, ἵστησιν. 238 τέλη τʼ ἔγκαρπα: τέλη θυσίας, ἔγκαρπα δὲ τὰ θυμιάματα ἀπὸ ἀνθῶν ἢ καρπῶν. Κηναίῳ Διί: Κήναιον Εὐβοίας ἀκρωτήριον ἀπὸ Κηναίου τοῦ Ἐλεφόρου. 239 εὐκταῖα φαίνων ἢ ᾿πὸ μαντείας: πότερον αὐτὸς εὐξάμενος καὶ ὑποσχόμενος ἐπὶ τῇ νίκῃ τοῦτο ποιεῖν ἢ ἀπὸ μαντείας θεοῦ τινος κελεύσαντος; 240 εὐχαῖς ὅθʼ ᾕρει: κατʼ εὐχάς φησιν αὐτοῦ τελεῖσθαι τὰς θυσίας· ὅτε γὰρ ἐκράτησεν Οἰχαλίας εὐχαριστήριον τὰς θυσίας προσήγαγεν. 242 τοῦ ποτʼ ἀντὶ τίνος εἰσὶ δεσπότου;