Ancient Greek
179 to 209
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 179-2-209
Not analysed yet
179 οἷς ὁ βίος οὐκ ἔχει τῶν κακῶν μέτρον· ἢ οὕτως, οἷς μὴ σύμμετρος ὁ βίος καὶ ἐπαρκῶν. 180 εὐγενῶν. 181 ὑστερίζων. 183 κεῖται ἔρημος νῦν κεῖται. 184 στικτῶν ἢ ποικίλων καὶ δασυτρίχων. 188 ἀθυρόστομος. πολυλάλητος, μὴ εἰργομένη τοῦ φθέγγεσθαι· ἀθυρόστομον δὲ εἶπεν τὴν ἠχὼ ἐπεὶ πρὸς πάντας ἀντιφθέγγεται· ὁ δὲ νοῦς, ἀεὶ δὲ ὀδυρομένου αὐτοῦ ἠχὼ πρὸς τὸν ὀδυρμὸν ἀντιφθέγγεται. 189 μηκόθεν φαινομένη διὰ τῆς φωνῆς ἀντὶ οἰμώζει καὶ τὴν ἠχὼ πόρρωθεν ἀνεγείρει. 191 οὐδὲν τούτων θαυμαστόν: οὐδέν, φησί, τούτων θαυμαστὸν ἐμοὶ ὅτι κακὰ πάσχει ὁ Φιλοκτήτης· ἐκ θεῶν γάρ, ὡς οἶμαι, ταῦτα πέπονθεν καὶ τὸ πάθος ὑπέμεινεν κατὰ βούλησιν θεῶν ἴνα μὴ τὰ βέλη εὐθέως ἀπελθόντος αὐτοῦ πορθήσῃ τὴν Τροίαν παρὰ τὴν εἱμαρμένην ἀλλὰ ἐκδέξηται τὸν καιρόν. 194 τῆς ὠμόφρονος Χρύσης: Χρύση νῆσος πρὸ τῆς Λήμνου ἔνθα διέτριβεν Χρύση τις νύμφη ἢ ἐρασθεἴσα τοῦ Φιλοκτήτου καὶ μὴ πείσασα κατηράσατο αὐτῷ διὸ καὶ ὠμόφρονα αὐτὴν ἐκάλεσεν. εἰς τὸ αὐτό: Χρύσης Ἀθηνᾶς ἄγαλμα οὕτως καλεῖται· ἔστι δὲ καὶ πόλις Χρύση πλησίον Ἀήμνου ἔνθα ὑπὸ τοῦ ὄφεως ἐδήχθη τὸν βωμὸν ζητῶν ἐν ᾧ ἔθυσεν Ἡρακλῆς ἡνίκα κατὰ Τροίας ἐστράτευσεν. 198 ἀνίκητα. 199 πρὶν ὅδʼ ἐξήκοι χρόνος πρὶν αὐτήν, τὴν Τροίαν, εἰς τὸν εἱμαρμένον ἐλθεῖν χρόνον ἐν ᾧ εἵμαρται αὐτὴν πορθηθῆναι. ᾧ: χρόνῳ. 200 ὑπὸ ὑπὸ τῶν βελῶν. 201 εὔστομʼ ἔχε παῖ: εἰώθασιν οὕτω λέγειν ἀντὶ τοῦ σιώπα· τὸ δὲ τοιοῦτον κεχίασται ὅτι Ἑλλάνικός ποτε ἀναγινώσκων τὰ Ἡροδότου ἔλεγεν ,,περὶ δὲ τῶνδε μοι εὔστομα κείσθω οὐ διαιρῶν εἰς δύο λέξεις ἀλλʼ ὡς ἄν τις εἴποι ταῦτα εὔστομα· τοῦτο δέ φησιν ὁ χορὸς κτύπον ἀκούσας ἐπερχομένου τοῦ Φιλοκτήτου καὶ στένοντος κατὰ τὴν πορείαν διὰ τὸ ἄλγος. 203 φωτὸς σύντροφος: κτύπος φωνῆς τῆς συντραφείσης αὐτῷ· δῆλον δὲ ὅτι κακῆς καὶ οἰμωκτικῆς ὡς κατὰ τὸ σύνηθες αὐτοῦ τειρομένου. 204 ἢ που τῇδ’ ῆ ἄρʼ δὲ ῆ ἐνθάδε; 206 φθογγά φθογγή τινος. ἔξωθεν προσληπτέον τὴν ἐπί. 209 τρυσάνωρ; ἐπίπονος, ἡ καταπονοῦσα τὸν ἄνδρα. φανερά.