Ancient Greek · ~8 min
130 to 177
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 130-177
Not analysed yet
130 οὗ δῆτα: τοῦ Φιλοκτήτου ἀπατωμένου ἢ τοῦ ναυκλήρου δόλιά σοι διαλεγομένου καὶ ἀσυμφανῆ. σοφιζομένου, διαλεγομένου. 134 πολιοῦχος. ὁ Ὀδυσσεὺς ἀπέστη. 136 κρύπτειν. ἀντὶ ἐμὲ φανερὸν γεγονότα καὶ ἐλθόντα εἰς ὄψιν· ἢ τὸν Φιλοκτήτην τὸν ὑφʼ ἡμῶν κατασκο- ἄλλως: πρὸς τὸν ὑφορώμενον ἡμᾶς ἄνδρα τί δεῖ λέγειν ἢ σιωπᾶν; 137 τοῦτο ἐν τῷ καθόλου· ἡ γὰρ τέχνη, φησί, καὶ ἡ γνώμη τῶν βασιλέων προὔχει τῶν ἄλλων τεχνῶν· καὶ ἐν Οἰδίποδι ἃ γὰρ δρῶσ᾿ οἱ κρατοῦντες οὐχ ὁρῶ καὶ Ἡσίοδος τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες. 139 παῤ ἐφʼ ᾧ ἐστι τὸ θεῖον σκῆπτρον. 141 τοῦτο τὸ ἀξίωμα ἐκ προγόνων ἦλθεν εἰς σέδίκαιον οὖν σοι πείθεσθαι. 142 κράτος τὸ ἐξ ἀρχῆς τιθέμενον κράτος. 143 λείπει ἡ σὺν ἵνʼ ᾖ συνεργεῖν. 144 νῦν μέν, φησίν, εἰσελθὼν ὅρα τὸν τόπον ἐπὰν δὲ ἔλθῃ τότε σὺ τῶν μελάθρων ἀποστὰς ὑπηρέτει μοι πρὸς τὴν παροῦσαν χρείαν. τόπον τὸν ἐπὶ τῷ ἐσχάτῳ τόπον. 148 ὥσπερ ἐγὼ προχωρῶ οὕτως ἀκολουθῶν πειρῶ με θεραπεύειν ἀεί. κυρίως δέ ἐστιν ἀκούειν τὸ προσχωρῶν οἷον ὡς ἂν ἐγὼ προστάσσω τοῦτον τὸν τρόπον ποιῶν. 150 μέλον πάλαι μέλημα: ἀντὶ πρᾶγμά μοι λέγεις ἐκ πολλοῦ μοι μεμεληκός, τὸ φρουρεῖν τὸ σὸν ὄμμα καὶ τὴν ἀπὸ σοῦ εὐκαιρίαν. 151 τὸ σὸν φρουρεῖν τὰ σὰ νεύματα φυλάττειν. 153 ἔνοικος. 155 οὐκ οὐκ ἄτοπον, οὐκ ἄκαιρον· εὔκαιρον γάρ ἐστι τὸ τοῦτο μαθεῖν. 156 προσπελάσας. 158 ἔναυλον ἢ ἐντὸς ἢ ἐκτός; ἐγγὺς ἢ μακράν; 163 ὄγμος ἡ ἐπὶ στίχον φυτεία, νῦν δὲ ἀντὶ ἐφεξῆς πορεύεται. 166 ἐπιπόνως. 167 αὐτῷ: ἀντὶ ἑαυτῷ· ἐπινωμᾶν δὲ ἐξευρίσκειν. 168 θεραπείαν. 169 ἐλεῶ, φησίν, αὐτὸν πῶς δύναται διάγειν μήτε συνοικῶν τινι μήτε κηδόμενόν τινα ἔχων. 170 μή τινος αὐτοῦ τῶν ἀνθρώπων κηδομένου. 171 μηδὲ ὁρῶν εἰς ἄνθρωπον σύνοικον. 174 ἀλγεῖ, ἀπορεῖ. ἐπὶ ἐπὶ παντὶ ἐν χρείᾳ γινομένῳ ἀπορεῖ. ὁπηνίκα χρείας καλέσῃ καιρὸς ἀδημονεῖ διὰ τὸ πάντων ἀπορεῖν. 177 ὦ τέχναι καὶ γνῶμαι. τοῦτο θαυμάζων τὸν Φιλοκτήτην φησὶ πῶς μόνος ὢν ἐξευρίσκει τὰ πρὸς τὴν ζωὴν ἑαυτῷ.