Ancient Greek
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 193
Not analysed yet
193 οἰκτρὰ μὲν νόστοις αὐδά: ἡ ἀγγελία ἡ περὶ τοῦ νόστου τοῦ πατρὸς οἰκτρὰ ἐγένετο εὐθέως ἀναιρεθέντος· ἀπὸ κοινοῦ δὲ τὸ αὐδά· οἰκτρά σοι οὖν γέγονεν ἡ φωνὴ ἡ ἀγγέλλουσα περὶ τοῦ νόστου τοῦ πατρός, οἰκτρὰ δὲ καὶ ἡ περὶ τῆς κοίτης αὐτοῦ οἷον οἰκτρὰ πέπονθας καὶ ὅτε ἤκουσας παρεῖναι Ἀγαμέμνονα προσδοκῶσα ὅτι ἐπιβουλευθήσεται, οἰκτρὰ δὲ ὅτε καὶ ἡ πρᾶξις γέγονε καὶ ἀνῃρέθη.