Ancient Greek · ~3 min
183 to 190
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 183-190
Not analysed yet
183 οὔθʼ ὁ παρὰ τὸν Ἀχέροντα: οὔτε ὁ Ἄιδης ἀνεπίστροφος (ἀπὸ κοινοῦ γὰρ τὸ ἀπερίτροπος) τοῦ τοὺς ἐχθροὺς μετελθεῖν ἀλλʼ ἔχει ἐπιστροφὴν καὶ ἐπιμέλειαν ποιεῖται. 185 ἀλλʼ ἐμὲ μὲν ὁ πολύς: οἷον τὸ πλεῖστον τοῦ βίου ἐβίωσα ἐν κακοῖς καὶ ὁ πλείων με, φησί, βίος ἀπολέλοιπεν μηδέποτε ἐν ἀγαθῇ ἐλπίδι γενομένην ἐπεὶ μέχρι νῦν οὐδὲν ὑπὲρ ἐκδικίας Ἀγαμέμνονος πέπρακται. 188 ἇς φίλος οὔ τις ἀνήρ: ἤτοι ἧς φίλος οὐδεὶς προΐσταται ἀλλὰ πάντες εἰσὶν ἐν ἀτυχήμασιν εὐλαβούμενοι ἢ ἐκεῖνο ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι. 189 ἔποικος. ἀντὶ μέτοικος, ἀναξία δὲ ἀξίαν οὐκ ἔχουσα ἀλλʼ ἄτιμος· οἰκονομῶ δὲ ἀντὶ τοῦ ἐνδιαιτῶμαι τοὺς πατρῴους οἴκους. 190 ὦδε μὲν ἀεικεῖ σὺν στολᾷ: δεικτικῶς τὸ ὧδε· ἐλεεινὸν δὲ τὸ τοιοῦτον καὶ λεληθότως ἐμφαῖνον τὸ σχῆμα τῶν ὑποκριτῶν.