Ancient Greek · ~8 min
202 to 225
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 202-225
Not analysed yet
202 γενεᾶς χθονίων ἀπʼ Ἐρεχθειδᾶν: διὰ τὸ τὴν Σαλαμῖνα συνῆφθαι τῇ Ἀττικῇ καὶ περισπούδαστον τοῖς Ἀθηναίοις αὐτὴν κτήσασθαι· πρὸς εὔνοιαν οὖν τῶν ἀκροωμένων τοῦτό φησιν· ἢ ἐπεὶ ἐξ Αἰγίνης ἐλθὼν ὁ Τελαμὼν ἐβασίλευσε Σαλαμῖνος, ἡ δὲ Αἴγινα τῆς Ἀττικῆς. 204 τοῦ Τελαμῶνος τηλόθεν: ἤτοι τοῦ οἴκου τηλόθεν ὅ ἐστι τῆς μακρὰν Φρυγίας Σαλαμῖνος ἢ οἱ πρὸ πολλοῦ κηδόμενοι καὶ οὐχὶ νῦν μόνον ἢ οἱ τηλόθεν ὄντες ὅ ἐστι ξένοι κατὰ γένος καὶ ὅμως τοῦ Τελαμῶνος οἴκου κηδόμενοι εἰ καὶ μὴ προσήκομεν. 205 ὁ μέγας ὠμοκρατὴς |Αἴας: ὁ δυσπέπαντον καὶ αἰτιώνυμον ἔχων πάθος ἢ ὁ ὠμὸς καὶ καρτερὸς ἢ ὁ ὑπὸ ὠμότητος κεκρατημένος ἢ ὁ γενναῖος, ὁ καὶ τῶν ὠμῶν κρατεῖν δυνάμενος. 206 ἐν ταραχώδει ζάλῃ κεῖται ὅ ἐστι μανίᾳ. 208 τί δʼ ἐνήλλακται: τί αὐτῷ παρὰ τὴν ἡμερινὴν ὄχλησιν γέγονε βάρος; οἷον ἐν τίνι γέγονεν ὁ Αἴας βάρει ὥστε ἀλλοῖος γενέσθαι ἢ πρόσθεν κατὰ τὴν ἡμέραν; τί αὐτῷ βάρος ἐνήλλακται αὕτη ἡ . νύξ; τῆς ἁμερίας: γράφε δὲ ἀημερίας ἀντὶ τῆς ἀηδοῦς φορᾶς καὶ ἔσται ὁ νοῦς, ποῖον βάρος ἔλαβεν αὕτη ἡ νὺξ ἀπὸ τῆς προτέρας ἀηδίας; 211 ἐπεί σε λέχος δοριάλωτον: ἐπεί σε ἔχει ὁ Αἴας δοριάλωτον στέρξασαν τὸ λέχος · ἢ ἄλλως: ἐπεί σε ἀνέχει ὁ Αἴας τὸ δοριάλωτόν σου στέρξας λέχος· ἀνέχει δὲ ἀντὶ τοῦ ἔχει· παρέλκεται γὰρ ἡ ἀνά. ἄμεινον στέρξασαν γράφειν. 212 ἀνέχει ἀντὶ ἀνυψοῖ, τιμᾷ. 214 ἄρρητον] κακόφημον μηδὲ λέγεσθαι ὀφείλοντα. 216 τὸ κεφάλαιον τοῦ κακοῦ πρῶτον ἐκτίθεται, ὅτι ἐφύβριστα εἴργασται μανίᾳ περιπεσών. 217 ἀπελωβήθη: ἀντὶ ἐφύβριστα εἴργασται· ἢ οὕτως, ἐνυβρίσθη καὶ λωβητὸς γέγονεν. 219 χειροδάικτα: θύματα ὑπὸ τῶν χειρῶν αὐτοῦ δαιχθέντα. 220 κείνου χρηστήρια: τὰ τολμήματα καὶ αἱ πράξεις ἢ τὰ διεφθαρμένα ποίμνια παρὰ τὸ διαχρήσασθαι αὐτά· δηλοῖ δὲ ἡ λέξις καὶ τὸ μαντεῖον καὶ τὸν χρησμὸν καὶ τὸ ἱερεῖον. ἃ διεχρήσατο ἐκεῖνος. 222 αἴθοπος: διαπύρου, θερμοῦ ἐν ταῖς μάχαις· ἢ τὸ θερμὸν νῦν ἐπὶ τοῦ παρακεκινηκότος κείσθω. 225 πεφημισμένην.