Ancient Greek · ~2 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 201
Not analysed yet
201 ναὸς ἀρωγοί: ἔξεισι Τέκμησσα καὶ διδάσκει τὸν χορὸν ὅτι Αἴας ἐστὶν ὁ σφάξας τὰ ποίμνια, πυνθάνεται δὲ παρὰ τοῦ χοροῦ ὅτι Ἑλληνικὰ ἦν τὰ σφαγέντα· ἑκάτερος οὖν παρʼ ἑκατέρου τὸ ἀγνοούμενον μανθάνει· ἡ δὲ Τέκμησσα αἰχμάλωτος γυνὴ τοῦ Αἴαντος· πιθανῶς δὲ ἔξεισιν· οὐ γὰρ ἐπὶ πολὺ δεῖ ἀπολοφύρεσθαι τὸν χορὸν ἀλλὰ προκόπτειν τὰ τῆς ὑποθέσεως· ἡ δὲ διάθεσις εὖ ἔχει τῷ ποιητῇ· ἐπεὶ γὰρ ἄπεστι Τεῦκρος καὶ Εὐρυσάκης ἔτι νήπιος Τέκμησσα κατολοφύρεται· οὐ γὰρ ἕτερον πρόσωπον γνήσιον τῷ Αἴαντι· αἱ δὲ τοιαῦται γυναῖκες ὑποτίθενται εὔνοιαν πρὸς τοὺς δεσπότας ὡς Βρισηὶς πρὸς Ἀχιλλέα.