Ancient Greek · ~2 min
ΕΙΣ ΟΙΔΙΠΟΥΝ ΤΥΡΑΝΝΟΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 222
Not analysed yet
222 νῦν δ᾿, ὕστερος γάρ: μεταφέρει ἀπὸ τῶν ἐν ταῖς πόλεσι ξένων τελούντων τὰ μετοίκια ἀντὶ πεπολιτογράφημαι καὶ ἄρτι ἀστὸς ἐνομίσθην ξένος ὢν καὶ ἐβασίλευσα. ἄλλως: νῦν δὲ εἰς ἀστοὺς τελῶ· δοκῶν γὰρ εἶναι ξένος τῆς βασιλείας τετύχηκα· ἐπεὶ οὖν, φησί, συντελῶ εἰς τὴν πολιτείαν καὶ μέλει μοι τῶν κοινῶν ταῦτα ὑμῖν προφωνῶ· μετῆκται δὲ ἀπὸ τῶν συντελούντων ἐν ταῖς πόλεσι καὶ τὴν ἰδίαν δύναμιν εἰς τὸ κοινὸν φερόντων.