Ancient Greek · ~7 min
196 to 221
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 196-221
Not analysed yet
196 εἴτʼ ἐς τὸν ἀπόξενον: ἴσως τὸν Σαλμυδησσόν φησι περὶ ὗν ἱστορεῖται πολλὰ ναυάγια γίνεσθαι ὥστε μὴ μόνον ἐξ ἀπάσης γῆς ἐξεληλάθαι ἀλλὰ μηδὲ ἐν κοινῇ θαλάττῃ εἶναι. δυσχείμερον. 198 τέλει γὰρ εἴ τι νὺξ ἀφῇ: ἀντὶ τοῦ εἴ τι ἡ νὺξ ἀγαθὸν καταλείπει τοῦτο ἐν ἡμέρᾳ ἀναιρεῖται, βούλεται δὲ λέγειν ὅτι τὰ κακὰ ἀδιάλειπτον ἔχει. εἰ γάρ τι ἡ νὺξ ἀφῇ ἐπὶ τῷ ἑαυτῆς τέλει ἀβλαβὲς μὴ φθάσασα αὐτὸ ἀπολέσαι τοῦτο μεθ᾿ ἡμέραν ἀνήρπασται. 200 τόν: ἀντὶ τοῦ ὅν· τὸν μαραντικὸν Ἄρεα κεραύνωσον, ὦ Ζεῦ. 203 Λύκει᾿ ἄναξ: βουλοίμην δὲ καὶ τὰ σὰ βέλη, ὦ Ἄπολλον, τὰ ἀδάμαστα καταμερίζεσθαι εἰς αὐτὸν καὶ τὰς λαμπάδας Ἀρτέμιδος. 205 ἐν μερισμῷ δίδοσθαι καὶ διατρίβειν· μετῆκται δὲ ἀπὸ τῶν διανεμομένων. 209 τὸν χρυσομίτραν: τὸν Θηβαῖον Διόνυσον, τὸν ταῖς Βάκχαις συνοικοῦντα. 212 γράφε ὁμόστολον. 215 ἐπὶ τὸν ἀπότιμον: ἀπότιμον θεὸν λέγει τὸν λοιμὸν τὸν μὴ μετέχοντα τῆς τιμῆς τῶν θεῶν· θεῶν γάρ ἐστι τὸ εὐεργετεῖν τοὺς ἀνθρώπους, ὁ δὲ φθείρει καὶ ἀπόλλυσιν. 216 αἰτεῖς, ὧν δὲ αἰτεῖς ἀλκὴν λάβοις κἀνακούφισιν τῶν κακῶν ἐὰν θέλῃς τὰ ἐμὰ ἔπη δέχεσθαι ἃ δὴ ἔπη ἐξερῶ ξένος ὢν καὶ τοῦ πράγματος καὶ τοῦ λόγου οἷον οὐκ ἀκηκοὼς πρότερον περὶ τοῦ φόνου τοῦ Λαΐου οὐδὲ μὴν καθʼ ὃν χρόνον ἐπράχθη ὁ φόνος παρών. ἃ δʼ ὧν δʼ αἰτεῖς. 217 ἐπαρκεῖν καὶ συμπράττειν. 219 τοῦ τοῦ λεχθέντος ὑπὸ Ἀπόλλωνος. 220 τοῦ τοῦ φόνου. οὐ γὰρ ἂν μακρὰν ἴχνευον: οὐ γὰρ ἄν, φησί, τοσούτου ὄντος τοῦ χρόνου τοῦ μεταξὺ ἀνεζήτουν τὸ πρᾶγμα εἰ μὴ ᾔδειν καταληψόμενος· ἐλπίδα δὲ αὐτοῖς ὑποβάλλει ὅτι δύναται ἀνευρεῖν τὸν φονέα ἵνα προθυμότερον συλλάβωνται αὐτῷ. 221 σύμβολον: τῆς γνώσεως.