Ancient Greek
226 to 259
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 226-2-259
Not analysed yet
226 τίνι γάρ ποτʼ ἄν, φιλία: παρὰ τίνος γὰρ ἀκούσομαι τὰ συμφέροντα ἢ παρʼ ὑμῶν τῶν συνοίκων ὥστε μοι συγχωρῆσαι ἐν δεινοῖς οὔσῃ παρηγορίαν τινὰ ἴσχειν ἐκ τῶν ὀδυρμῶν καὶ θρήνων; οὐ γὰρ πρὸς ξένους ἔχω ἀλλὰ πρὸς ὑμᾶς εὐνοούσας. ἀντὶ τοῦ παρὰ τίνος; 229 ἐάσατε οἷον παύσασθέ με παραμυθούμεναι· ἢ οὕτως, ὑμεῖς με παραμυθούμεναι ἄνετε ὅ ἐστιν ἐπιτρέπετε ὀδύρεσθαι καὶ αὔξετέ μου διὰ τῆς παραμυθίας τὸν ὀδυρμόν. 230 τάδε γὰρ ἄλυτα κεκλήσεται: τὸ θρηνεῖν τὸν πατέρα ἄλυτόν μοι ἔσται ὅ ἐστιν οὐδέποτε παύσομαι ἀλλʼ ἀεὶ ἐν τῷ θρηνεῖν ἔσομαι. οἷον οὐκ ἀριθμοῦσα αὐτοὺς ἀλλὰ δαψιλέσι χρωμένη· 236 τῆς συνεχούσης με. 239 μὴ εἴη μοι ταύτης τιμῆς τὸ τοὺς γονέας μὴ μέχρι παντὸς ὀδύρεσθαι. 240 μήτʼ εἴ τῳ πρόσκειμαι χρηστῷ: μήτε εἴ τινι ἀγαθῷ καὶ χρηστῷ πρόσκειμαι φίλῳ συνοικοίην εὔκηλος οἷον μηδὲ εἰ ἀγαθός τίς ἐστιν ᾧ ἐγὼ πρόσκειμαι μηδὲ τούτῳ συνοικοίην εὔκηλος ζηλοῦσα τὰ αὐτοῦ καὶ ἀποδεχομένη εἰ τοιοῦτος περὶ τοὺς γονέας φαίνοιτο· μήτε οὖν αὐτὴ γενοίμην μήτε εἰ ὁ ξυνοικῶν μοι τοιοῦτος εἴη ζηλοίην τὰ ἐκείνου ὥστε καταφρονεῖν τῶν γονέων. 241 γονέων |ἐκτίμους τῶν ἐπὶ τοῖς γονεῦσιν ὀξυτόνων γόων τὰς πτέρυγας ἴσχουσα ἐκτίμους ἀντὶ ἐκτὸς τιμῆς ἀλλʼ ἐν τῷ τιμᾶν τοὺς πατέρας εἴην διὰ τῶν γόων. 249 ἥ τε αἰδὼς ἔρροι καὶ ἡ περὶ πάντας εὐσέβεια εἰ τῶν ἀδίκως ἀνῃρημένων μὴ τιμωρία ἔσται. 253 σὺ νίκα: τὸ σὺ νίκα πάνυ ἀναγκαίως ἵνʼ ἀφορμὴ γένηται μακρὰν ἐκτεῖναι ῥῆσιν τὴν Ἠλέκτρον ἐν ᾗ πάντα τὰ καθʼ ἑαυτὴν παραλήψεται. 254 αἰδοῦμαι εἰ δοκῶ ὑμῖν βαρέως πενθεῖν. 256 ἀλλʼ ἡ βία γὰρ ταῦτʼ ἀναγκάζει: ἐπείπερ ἐν τοῖς φθάσασιν ἐπετίμησαν αὐτῇ διὰ τὸ ἀνενδότως θρηνεῖν περὶ τούτου πρῶτον ἀπολογεῖσθαι βούλεται. 259 ἃ ᾿γὼ κατʼ ἦμαρ: ἀναγκαίως κέχρηται τῷ νοήματι· ἐν μὲν γὰρ γενομένῳ πράγματι καὶ παρελθόντι εἰκὸς καὶ παύσασθαι τὸν ἀδημονοῦντα ὁπότε δὲ αὐτὴν οὐ μόνον τὰ τοῦ πατρὸς λυπεῖ ἀλλὰ καὶ τὰ τῆς μητρὸς καὶ τὰ Αἰγίσθου ὁσημέραι γινόμενα εἰκότως παρατείνει τὸ πενθεῖν.