Ancient Greek · ~7 min
263 to 310
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 263-310
Not analysed yet
263 ἐν τοῖς ἐμαυτῆς: ἀνιαρὸν λίαν τὸ ἐν τοῖς ἐμαυτῆς ὅτι ἀδικοῦμαι οὖσα ἐν τοῖς ἐμαυτῆς. 264 κἀκ τῶνδʼ ἄρχομαι: καὶ βασιλεύομαι ὑπʼ αὐτῶν, ἔτι δὲ τοῦτο χαλεπώτερον, τὸ καὶ τούτοις ὑποτετάχθαι. 267 ὅταν θρόνοις Αἴγισθον: καὶ γὰρ μετὰ τὸ φονεῦσαι Ἀγαμέμνονα Αἴγισθος ἐβασίλευσενʼ Ὅμηρος Αἴγισθος ἥνασσε πολυχρύσοιο Μυκήνης κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ. 269 φοροῦντʼ ἐκείνῳ ταὐτά: οὐχ ὅμοια βασιλικὰ ἀλλὰ τὰ ἐκείνου· πάνυ γὰρ τοῦτο περιπαθὲς καὶ εἰς ὑπόμνησιν ἄγον τὴν μείρακα τοῦ πατρός. 270 σπένδοντα λοιβάς: τὸ τῆς ἀσεβείας Αἰγίσθου κατηγόρημα εἰ σπένδει θεοῖς ὅπου ἄδικος φόνος εἴργαδται. 271 ἴδω δὲ τούτων: ζηλοτυπίας μεστὸν τὸ πρᾶγμα, κινητικὸν δὲ πρὸς οἶκτον τὸ αὐτοέντην πρὸς κοίτῃ πατρός. 272 γράφε αὐτοέντην· τὸ δὲ ἡμῖν παρέλκει Ἀττικῶς. 275 τολμηρά, ἀναιδής. 278 εὑροῦσʼ ἐκείνην ἡμέραν; τὸ εὐροῦσα τὸν πόθον καὶ τὴν ἐπιθυμίαν τῆς γυναικὸς σημαίνει οἷον ἡδέως αὐτὴν θεωμένη. 281 θεοῖσιν ἔμμηνʼ ἱερά: οἱ Ἀργολικοὶ συγγραφεῖς ιγ΄ εἶναί φασι Γαμηλιῶνος ἐς Δεινίας ἐν ζ΄ Ἀργολικῶν. κατὰ μῆνα. 283 δακρύω. 284 ἐφʼ ᾧ ὠνομάσθη. 286 ὅσον μοι θυμὸς ἡδονήν: ἐπικουφίζεται γὰρ τοῖς δακρύοις ἡ συμφορά· Αἰσχύλος οἵ τε στεναγμοὶ τῶν πόνων ἐρείσματα. 287 εὐγενὴς λόγοις καὶ οὐ πράξεσιν. 289 καὶ ταῦτα Ἀριστοφάνης παρῴδηκεν ἐν Γηφυτάδῃ. ἀσεβές. σοὶ μόνῃ πατὴρ τέθνηκεν: οὐκ ἀνῃρέθη φησὶν ἀλλὰ τέθνηκεν τῷ προσχήματι τῆς λέξεως παραλογιζομένη τὴν παρανομίαν. 299 ἐμμανῶς καὶ ἀναιδῶς βοᾷ ὡς κύων. 300 ὁ κατὰ εἰρωνείαν. 302 ὁ σὺν γυναιξὶ τὰς μάχας. συνεργούσης γὰρ Κλυταιμήστρας ἀνεῖλεν τὸν Ἀγαμέμνονα Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο. 303 γράφε ἐγὼ δʼ Ὀρέστην προσμένουσʼ ἀεί ποτε. 305 τὰς τὰς παρούσας. 307 ἐν οὖν τοιούτοις: θαυμαστῶς καὶ ἀνθρωπίνως δικαιολογεῖται ἐπεὶ οἱ ἐν δεινοῖς καὶ ἔξω λογισμοῦ τινα πράσσουσι καὶ εἰς θεοὺς ἀσεβῆ φθέγγονται. 310 φέρʼ εἰπέ: ἐπεὶ θρασυτέρῳ λόγῳ ἡ λέκτρα κέχρηται ὁ χορὸς βουλόμενος περὶ Ὀρέστου πυθέσθαι ἐρωτᾷ εἰ πάρεστιν Αἴγισθος.