Ancient Greek
226 to 234
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 226-4-234
Not analysed yet
226 ἔξω πρόσω βαίνετε χώρας: ἀκούσαντες τὰ κατʼ αὐτὸν ἀξιοῦσιν ἐξιέναι τοῦ χωρίου· φησὶν οὖν ὁ Οἰδίπους ὅτι πρότερον ὑπέσχεσθε τὸ μὴ ἐκβαλεῖν με· οἱ δέ φασιν, οὐδεμία τίσις ἔρχεται τοῖς προπαθοῦσιν ἀντιτιμωρουμένοις· καὶ ἡμεῖς οὖν ἀπατηθέντες ὑπὸ σοῦ ἐν μέρει ἀπατῶμέν σε· πέφρασται δὲ δυνατῶς. 227 πρὸς τὸν χορὸν ὁ Οἰδίπους. 228 ἡ ἐξ Ἐρινύων· Μοίρας γὰρ νῦν τὰς Ἐρινύας. 229 ὧν διὰ τὸ τιμωρεῖν ὑπὲρ ὧν ἂν προπάθῃ. λείπει ἡ διά. 230 ἀπάτα δʼ ἀπάταις: ἡ δὲ ἀπάτη, φησί, παραβαλλομένη ἑτέραις ἀπάταις τῷ προαπατήσαντι πόνον ἔχειν ἀντιδίδωσι καὶ οὐ χάριν· καὶ αὐτοὶ οὖν νομίζουσι προσδεδέχθαι αὐτὸν καὶ ἐπηγγέλθαι τὴν ἀσφάλειαν αὐτῷ ἀπατώμενοι καὶ οὐ πρότερον ἐπεγνωκότες ὅτι οἰκείοις ἐνέχεται μιάσμασι· περὶ τὴν αὐτὴν ὑπόθεσιν καὶ τὸ ἡ γλῶσσʼ ὀμώμοχ᾿ ,ἡ δὲ φρὴν ἀνώμοτος· καὶ ἐκεῖνος γὰρ ἀπατηθεὶς ὤμοσεν. 231 ἀντισουμένη. 232 τῷ ἀπατήσαντι ἐξ ἀρχῆς. 234 ἀφορμηθείς.