Ancient Greek · ~3 min
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 237
Not analysed yet
237 ὦ ξένοι |αἰδόφρονες: τὸ τῆς Ἀντιγόνης πρόσωπον ὅλον καὶ τοῦ χοροῦ τὸ τετράστιχον ἀθετοῦνται· κρεῖττον γάρ φασιν εὐθέως τῷ δικαιολογικῷ χρήσασθαι τὸν Οἰδίπουν πρὸς αὐτούς· ἀλλὰ τὰ πράγματα αὐτοῖς οὐκ ἐν καιρῷ ἐστιν ἀλλʼ ἐν δυσπραγίᾳ ὥστε ἐπαφρόδιτον εἶναι αὐτοῖς τὴν ἐλεεινολογίαν καὶ τοῦτο τὸ πρόσωπον ἡ Ἀντιγόνη πληροῖ· ἐπεὶ μέντοι οὐ πείθονται τότε δικαιολογικώτερον καὶ ὥσπερ ἀπολογούμενος ἐκφέρει τὰ ἑξῆς ὁ Οἰδίπους, ὅτι ἀκούσιά ἐστιν αὐτῷ τὰ ἁμαρτήματα· καὶ εἰ ταῦτα τῆς ὁμοίας ἔχεται δυνάμεως τοῦ ποιητοῦ καὶ καθόλου θαυμαστή τίς ἐστιν ἡ οἰκονομία τοῦ δράματος· οὐδὲν δὲ ἐν τοῖς Διδύμου τούτων ὀβελισθὲν εὕρομεν. ἀλλʼ ἐπειδή· ἔστι γὰρ ὁ ἀλλὰ ἀντὶ τοῦ δέ, δὲ δὲ ἀντὶ τοῦ δή. πλεονάζει ὁ ἀλλά.