Ancient Greek
ΕΙΣ ΑΝΤΙΓΟΝΗΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 255
Not analysed yet
255 ἀφανὴς ἦν. τυμβήρης μὲν οὒ λεπτὴ δʼ ἄγος: οὐ κατὰ βάθος τεθαμμένος ἀλλʼ ὡς ἔχει ἐπιβεβλημένη ἦν ἡ ἄμμος· τοῦτο δὲ ἐποίησεν ὁ θάψας νόμου χάριν· οἱ γὰρ νεκρὸν ὁρῶντες ἄταφον καὶ μὴ ἐπαμησάμενοι κόνιν ἐναγεῖς εἶναι ἐδόκουν· ὥσπερ οὖν τὸ τῆς ἀσεβείας τις ἔγκλημα φεύγων λεπτὴν κόνιν ἐπιχέει τοῖς νεκροῖς οὕτως καὶ ἐπάνω τοῦ Πολυνείκους· καὶ τοῦτο δὲ ἡ Ἀντιγόνη καθαρσίων ἕνεκα πεποίηται· λόγος δὲ ὅτι Βουζύγης Ἀθήνησι κατηράσατο τοῖς περιορῶσιν ἄταφον σῶμα.