Ancient Greek · ~4 min
234 to 252
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 234-252
Not analysed yet
234 σοί, κεἰ τὸ μηδὲν ἐξερῶ: καὶ εἰ μηδέν σοι τερπνὸν λέξω· ἢ οὕτω, καὶ εἰ τὸ μηδέν σοι μέλλω λέγειν· καὶ γὰρ ἐκ τοῦ εἰπεῖν καὶ σιγῆσαι οὐδὲν ἄλλο λείπεται ἢ θανάτῳ με κολασθῆναι· ἀκόλουθον δὲ καὶ τὸ ἑξῆς διανόημα, ἐλπίζω γὰρ ὅτι οὐδὲν ἄλλο πάθοιμι ἢ τὸ μόρσιμον ὥστε οὐδέν μοι χεῖρον ἀποβήσεται ἐκ τοῦ εἰπεῖν. 235 τῆς ἐλπίδος γὰρ ἔρχομαι: ὑπὸ γὰρ τῆς ἐλπίδος νενικημένος ἐλήλυθα· ἢ οὕτως, ἀντειλημμένος τῆς ἐλπίδος ἐλήλυθα. 241 κἀποφάργνυσαι κύκλῳ σαυτὸν ἀσφαλίζῃ ἢ αὐτὴν τὴν πρᾶξιν. 244 οὔκουν ἐρεῖς ποτʼ εἶτʼ ἀπαλλαχθείς: τοῦ ἀγγέλου περιπλέκοντος τὸν λόγον καὶ εὐλαβουμένου σημῆναι τὸ πραχθὲν ἐπιθυμῶν ὁ Κρέων ἀκοῦσαι εὔελπιν αὐτὸν ποιεῖ ἐς ὅτι οὐδὲν πείσεται· οὐ γὰρ ἀπειλεῖ κελεύων εἰπεῖν ἀλλά φησιν ὅτι δηλώσας τὸ πρᾶγμα ἄπιθι ἀθῷος· δίδωσιν οὖν καὶ ἀνδράσι βασιλικοῖς τὸ ψεύσασθαι διὰ τὸ χρήσιμον. 246 ξηράν. 247 κόνιν παλύνας: βαλὼν ἢ λεπτύνας τὴν λεγομένην χυτὴν γῆν. 249 πελέκεως, ἀξίνης. 250 σκληρά. 251 ἀρρώξ: μὴ ἐσχισμένη. ἐσκαμμένη. 252 ἀλλʼ ἄσημος οὑργάτης τις ἦν: ὁ τοῦτο ἐργασάμενος ἄγνωστος ἦν· ἐκπλῆξαι δὲ αὐτὸν βούλεται ὡς ὅτι ἔκ τινος τῶν κρειττόνων γέγονεν.