Ancient Greek
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 26
Not analysed yet
26 λείας ἁπάσας: τὰ ποίμνια, τὰ βοσκήματα λείας φησὶν (ἔνθεν καὶ λῃστὴς) κατὰ τὸ κύριον. Ὅμηρος ληίδα δʼ ἐκ πεδίου συνελάσσαμεν· τὸ δὲ κατηναρισμένας ἄκυρον· τὸ γὰρ σκυλεύειν ἐναρίζειν ὅτι τὰ ἔναρα σκῦλα παρὰ τὸ ἀρηρέναι καὶ ἐντὸς αὐτῶν εἶναι ἡμᾶς. καὶ τὸ παρʼ Ὁμήρῳ τοιοῦτόν ἐστιν ἡ τοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν· πῶς γὰρ οἷόν τέ ἐστι σκυλεύειν τοὺς λέοντας εἰ μὴ εἴη καὶ ἐπὶ τῶν ἀλόγων ζῴων τὸ σκυλεύειν; Καλλίμαχος ἐπὶ τῆς λεοντείας δορᾶς τὸ δὲ σκύλος ἀνδρὶ καλύπτρη γιγνόμενον, νιφετοῦ καὶ βελέων ἔρυμα.