Ancient Greek
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 265
Not analysed yet
265 πότερα δʼ ἂν εἰ νέμοι τις αἵρεσιν: εἰ δοίη τις αἵρεσιν ποῖον ἂν προκρίνειας, λυπῶν τοὺς φίλους αὐτὸς ἥδεσθαι ἢ λυπῶν τοὺς φίλους καὶ αὐτὸς λυπεῖσθαι; ἄριστα δὲ ἔχουσιν αἱ ἀντιθέσεις τῶν μὲν μένων ἐν εὐτυχίᾳ γεγονέναι εἰ πέπαυται τὸ κακὸν τῆς δὲ βουλομένης παραστῆσαι ὅτι ἐν χείροσίν ἐστι τὰ τοῦ Αἴαντος νῦν ὁπότε καὶ παρακολουθεῖ τοῖς ἁμαρτήμασιν· εἰπόντος δὲ τοῦ χοροῦ ἐν εὐτυχίᾳ εἶναι εἰ πέπαυται ὁ Αἴας τοῦ κακοῦ ἐπάγει ἡ Τέκμησσα ὅτι κακόν ἐστιν τῷ οὕτως πράξαντι καὶ τὸ πεπαῦσθαι τῶν δεινῶν· παρακολουθῶν γὰρ τοῖς πεπραγμένοις ἐν ὀδύνῃ πλείονι γίνεται· καὶ Εὐριπίδης τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾷ· πρὸς δὲ τὸ ὑπʼ ἐκείνων εἰρημένον ὅτι ἐν εὐτυχίᾳ ἂν εἴημεν εἰ πέπαυται ἀντιτίθησιν οὕτω, πότερα ἂν ἕλοιο εἴ σοι δοίη τις αἵρεσιν, λυπῶν τοὺς φίλους αὐτὸς ἐν ἡδονῇ διάγειν ἢ κοινωνεῖν τοῦ παντὸς καὶ αὐτός τε λυπεῖσθαι καὶ τοὺς φίλους λυπεῖν; οἷον ὁ μὲν Αἴας ἐν τῇ μανίᾳ ὤν ἐτέρπετο οἰόμενος τιμωρεῖσθαι τοὺς ἐχθροὺς ἐγὼ δὲ ἐλυπούμην ὁρῶσα αὐτὸν νυνὶ δὲ παυσάμενος τῆς μανίας καὶ αὐτὸς λυπεῖται ἐπὶ τοῖς πεπραγ- μένοις λυπεῖ δὲ πάλιν καὶ τοὺς φίλους· νῦν οὖν δεδιπλασίασται τὸ κακόν· τοῦτο δὲ ἀναπτύσσει ὁ χορὸς διὰ τοῦ ἐπιφερομένου τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακὸν οἷον τὸ ἀμφοτέρους λυπεῖσθαι.