Ancient Greek · ~3 min
266 to 282
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 266-282
Not analysed yet
266 ὥσπερ ὁ Αἴας ἐν μανίᾳ ὤν λυπῶν ἡμᾶς αὐτὸς ἥδετο. 269 ἡμεῖς ἄρʼ οὐ νοσοῦντες: ἡμεῖς ἀντὶ τοῦ ὁ Αἴας νῦν μὴ νοσῶν ὀδυνᾷ ἑαυτὸν διὰ τὰ πεπραγμένα. 273 γράφε βλέποντας. 276 ἡμεῖς θʼ ὁμοίως: ἐμοί, φησί, κατʼ ἄμφω τοὺς καιροὺς συμβέβηκεν ἀνιᾶσθαι αὐτοῦ μὲν τότε ἐξεστηκότος καὶ τερπομένου νῦν δὲ σωφρονοῦντος καὶ λυπουμένου. συλλυπησόμεθα. 277 ἆρʼ ἔστι ταῦτα δὶς τόσʹ ἐξ ἁπλῶν: ἁπλῶν μὲν διὰ τὸ τοὺς φίλους ἀνιᾶν δὶς τόσα δὲ ὅτι καὶ αὐτὸς συναλγεῖ. 279 πῶς γὰρ εἰ πεπαυμένος: πῶς γὰρ οὐ θεῖόν τι εἴη τὸ κατὰ τὸν Αἴαντα εἰ πεπαυμένος τοῦ κακοῦ μᾶλλον ἐν ἀνίᾳ διάγει; ἀντὶ τοῦ σωφρονῶν. 281 ὡς δʼ ὅτι κάκιον νῦν ἐκεῖνος ἔχει. 282 τίς γάρ ποτʼ ἀρχή. ἀντὶ τοῦ τίς ἡ προσβολὴ τοῦ κακοῦντος αὐτὸν θεοῦ;