Ancient Greek · ~8 min
28 to 68
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 28-68
Not analysed yet
28 ἀντὶ τοῦ συνελθοῦσα· τρέφω δὲ ἀντὶ ἔχω, αὔξω. διὰ τὸ καὶ νῦν περὶ Ἡρακλέους ἀγωνιᾶν. 29 προκηραίνουσα: ἀγωνιῶσα, μεριμνῶσα κατὰ τὸ κέαρ ὅ ἐστιν ἐν βάθει βουλευομένη· καὶ Εὐριπίδης τί ποτ᾿, τέκνον, τάδε κηραίνεις; νὺξ γὰρ εἰσάγει: ἀντὶ νυκτὸς ἔρχεται καὶ νυκτὸς ἐξορμᾶται ὡς μὴ διαδοχήν μοι τῶν πόνων γενέσθαι. 32 γῄτης: γεωργός, ὁ τὴν γῆν ἐργαζόμενος· ἔκτοπον δὲ ἔξω καὶ πόρρω οὖσαν. 35 λατρεύοντά ὑπηρετοῦντα τῷ Εὐρυσθεῖ. 36 ὑπερτελής. ἀντὶ ὑπὲρ τὸ τέλος γέγονεν οἷον τοῦ τέλους τῶν ἄθλων κρείττων ὤφθη κατορθώσας αὐτούς· ἢ ὑπέρτερος αὐτῶν ἐστιν, ἐγκρατὴς καὶ ὑπεράνω. 39 ἐν Τραχῖνι: πόλις Θετταλίας εἰς ἣν Ἡρακλῆς κατῴκησεν διὰ τὸν τοῦ Ἰφίτου φόνον κατὰ τὸν νόμον. 40 ξένῳ παῤ ἀνδρί: τῷ Κήυκι ὅς ἦν παῖς Ἀμφιτρύωνος ἀδελφοῦ· καὶ Ἡσίοδος Τρηχῖνα δέ τοι παρελαύνω ἐς Κήυκα ἄνακτα. 42 ἀντὶ ὑπὲρ αὐτοῦ. 43 σχεδὸν δʼ ὑποπτεύω, ὑπονοῶ, οἴομαι. 45 ἀκήρυκτος μένει: ἄσημος, οὐ μηνυόμενος ὅπου πότʼ ἐστιν· ὃν οὐδεὶς ἐλθὼν κηρύττει καὶ ἀπαγγέλλει ποῦ πότʼ ἐστιν. 47 δέλτον λιπὼν ἔστειχε; ὡς τοῦ Ἡρακλέους τύπον διαθήκης γράψαντος εἰς δέλτον καὶ καταλελοιπότος εἰ μὴ ἔλθοι διὰ τοσούτου χρόνου γνῶναι αὐτὸν τελευτῶντα καὶ μετὰ τοὺς ιε΄ μῆνας ἀναγνοῦσαν ποιῆσαι αὐτὴν τὰ ἐντεταλμένα. 48 θεοῖς ἀρῶμαι: εὔχομαι μηδὲν λυπηρὸν ἐγγεγραμμένον ἔχουσαν λαβεῖν πημονῆς ἄτερ. 50 πανδάκρυτʼ ὀδύρματα: διὰ πανδακρύτων ὀδυρμάτων ὡς τὸ διά τʼ ἔντεα καὶ μέλαν αἷμα. 52 νουθετεῖν, εἰς φρόνησιν ἄγειν. 53 τὸ σόν: τὸ σοὶ συμφέρον ἢ τόσον ἀντὶ τοῦ ὀλίγον. 54 πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις: ἦσαν γὰρ αὐτῇ παῖδες ἐξ Ἡρακλέους Ὕλλος, Κτήσιππος, Γλῆνος, Ὀνείτης· ἔστι δὲ Ἡρακλεῖ καὶ ἕτερος Ὕλλος ἐκ Μελίτης. 56 εἰ πατρὸς |νέμοι τινʼ ὤραν: ὤραν φροντίδα· καὶ Ἡσίοδος ὤρη γάρ τʼ ὀλίγη πέλεται· ὁ δὲ νοῦς, ἵνα μάθῃς εἰ φροντίζει τοῦ πατρὸς ὑπὲρ τοῦ δοκεῖν καλῶς διαπράττεσθαι. 58 ἀρτίπους θρῴσκει: ὅ ἐστιν ἀρτίως καὶ ἡρμοσμένως τῷ καιρῷ πορεύεται. 59 πρὸς κατὰ καιρόν. 60 τῷ Ὕλλῳ. 61 δυσγενῶν. 63 σπουδαῖον καὶ ἐλευθέρῳ πρέποντα. 64 εἰ εἰ προσήκει μοι μαθεῖν. 65 ἐν ξένῃ διατρίβοντος. 68 διάγειν.