Ancient Greek · ~8 min
281 to 330
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 281-330
Not analysed yet
281 μήπω γενέσθαι φωτός: ὅ βούλεται λέγειν μηδένα διαφυγεῖν ποτε φῶτα ἀνόσιον ἀνθρώποις· ἀνοςίου ἐν ἀνθρώποις ὡς τὸ δικαιότατος κενταύρων· φυγὴν δὲ ἀντὶ τοῦ ἔκφευξιν. 282 ξὺν οἶς σὺ μὴ κάλυπτε: ἀντὶ τοῦ μὴ κερικαλύψῃς θεοὺς καὶ Ἀθήνας οἷον ἀνόσια πράττων μὴ ἀφάνιξε τὰς Ἀθήνας. ξὺν σὺν τοῖς θεοῖς. 284 ἀσφαλῆ. 285 σῷξε. 287 καθαρός. καὶ φέρων |ὄνησιν ἀστοῖς: ἐρεῖ γὰρ ὠς ἔσται ποτὲ αὐτοῖς ἔχθρα πρὸς Θηβαίους ἐν ᾗ κρατήσουσιν αὐτῶν διὰ τὸ τὸν τάφον αὐτοῦ παρ᾿ Ἀθηναίοις τυγχάνειν· ἧν γάρ τι λόγιον ἐν ᾗ ἂν ταφῇ χώρᾳ ἐκείνην μηδὲν κακὸν πείσεθαι ὑπὸ Θηβαίων. 292 εἶπεν γὰρ σῴξειν τὰς Ἀθήνας. 293 λόγοισι γὰρ| οὐκ ὠνόμασται: ὅσα εῖρηταί σοι ἐνθυμήματα περὶ τῆς σωτηρίας τῶν Ἀθηνῶν· ἀρκεῖ δέ μοι, φησί, τὸ τοὺς ἡγεμόνας μου περὶ τούτων δκοπεῖν. 294 εὐτελέσι. 297 εὖ τῇ οἰκονομίᾳ ὥστε μὴ διατριβὰς γενέσθαι τίς ὁ κωλύσων ἔσται. 301 τὸ γὰρ ὄνομα Οἰδίποδος πανταχοῦ. 304 εἰκὸς οὖν ἐστιν ἡμῶν ἀκηκοότων καὶ ἕτερον μεμαθηκέναι· ὁ γὰρ ἀπεληλυθὼς πρότερον οὐδέπω μεμαθήκει ὅστις ἦν· τῷ γὰρ χορῷ πρώτῳ ὡμολόγησεν· διὰ μέσου δὲ τὸ θάρσει. 305 διὰ τὰς πράξεις οἷον τὴν Σφίγγα καὶ ὅσα ἄλλα αὐτῷ πέπρακται. 307 λείπει. λείπει ἡ περί, περὶ σοῦ κλύων. 309 ὁ γὰρ ἀγαθὸς αὑτῷ τε καὶ τοῖς φίλοις ἐστὶν χρήσιμος. ἀντὶ τοῦ χρήσιμος. 311 ἡ σμήνη πρόσεισι τὰ κατὰ τοὺς ἄρρενας ἀπαγγέλλουσα παῖδας τοῦ Οἰδίπου πῶς ἔσχον. 312 ἀντὶ τοῦ πρὸς ἡμᾶς. τῆς Σικελικῆς· λέγει δὲ ἀντὶ ὑῆς μεγάλης. 313 ἡλιοστερής: σκιαστική· πλατύπιλος κυνῆ τὴν ὄψιν αὐτῆς περιέχει καλύπτουσα καὶ ἀφαιρουμένη τὴν ἡλίωσιν· τὸ ἐξῆς δέ, κρατὶ ἡλιοστερὴς κυνῆ. 314 κυνῆ πρόσωπα Θεσσαλίς: καὶ γὰρ περισσοὶ ἦσαν οἱ Θεσσαλικοὶ πῖλοι ὡς καὶ Καλλίμαχος ἀμφὶ δέ οἱ κεφαλῇ νέον Αίμονίηθεν μεμβλωκὸς πίλημα περίτροχον ἄλκαρ ἔκειτο ἴδεος ἐνδίοιο. περικεφαλαία. 316 ἇρά ἐστιν ἡ Ἰσμήνη; ἇρα οὐκ ἔστιν; 319 τὸ ἑξῆς, φαιδρὰ προστείχουσα· φαιδρὰ δὲ ἀντὶ τοῦ φαιδρῶς. 320 σημαίνει] εἰς γνῶσίν με ἐφέλκεται. 323 ἐκ τῆς φωνῆς ἔξεστι μαθεἴν. 326 τὸ ἑξῆς, εὑροῦσα δεύτερον. 329 σοῦ καὶ Ἀντιγόνης. 330 ἡμῶν δῆλον ὅτι.