Ancient Greek · ~8 min
238 to 280
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 238-280
Not analysed yet
238 ἀλαόν. ἐκ τοῦ ἐπιθέτου νεύει εἰς τὴν τοῦ πατρὸς ἀπολογίαν. 240 τῶν ἀκουσίων ἢ τῶν ἀπαρεσκόντων ὑμῖν. 243 οὐ καλοῖς προσορωμένα. οὐ καλοῖς ὄμμασιν ὁρῶσα τὸ σὸν ὄμμα· ὀφθαλμοὶ γὰρ ὀφθαλμοὺς αἰδεῖσθαι ποιοῦσιν. ἀντὶ ὁρῶσα τούτους ὧν καὶ δέομαι. 245 ὡς τῆς ἀφʼ αἵματος: ὡς ἂν τῆς κοινῆς ἀνθρωπότητος ἔχουσα τὸ συγγενές· ἢ τοιαύτας ἱκετείας ποιοῦμαι οἵας ἄν τις προσαγάγοι τοῖς συγγενέσιν. 246 τὸ ἑξῆς, ἄντομαι τὸν ἄθλιον αἰδοῦς κῦρσαι. 250 ἐκ σέθεν ἄντομαι: λείπει ἐκείνου ἵνʼ ᾖ ὑπὲρ ἐκείνου σε ἄντομαι ὃ ἐκ σέθεν τίμιόν ἐστί σοι· ἀντὶ ὃ ἐκ σῆς προαιρέσεως τίμιόν σοί ἐστιν. 252 οὐ γὰρ ἴδοις ἀναθρῶν: τὸ ἑξῆς, οὐ γὰρ ἴδοις ἀναθρῶν βροτῶν ὅστις ἂν ἐκφυγεῖν δύναιτο εἰ θεὸς ἄγοι. 256 οὐ σθένοιμεν ἂν φωνεῖν: ἀλλʼ ἐμμένομεν τοῖς λεχθεῖσιν, λέγομεν δὲ τὸ ἀναστῆναι τοῦτον τοῦ ἱεροῦ καὶ μὴ μολύνειν αὐτό. 258 τί δῆτα δόξης. ὡς μάτην τῆς περὶ τῶν Ἀθηνῶν κατεχούσης δόξης ὅτι ἄρα φιλοικτίρμων τις εἴη καὶ ἱκεταδόκος· καὶ ὁ Κυρηναῖος οὕνεκεν οἰκτείρειν οἶδε μόνη πολίων ἐν τῷ τέλει τοῦ βʹ τῶν Αἰτίων. 260 ἐπεὶ καὶ Ἐλέου βωμὸς ἐν Ἀθήναις ἵδρυται. 263 κἄμοιγε ποῦ ταῦτʼ ἐστίν: καί μοι ποῦ ταῦτά ἐστι, τὰ λεγόμενα περὶ Ἀθηνῶν; 264 ἐκ ἀφʼ ὧν αὐτὸν ἐξανέστησαν. παρʼ ὑμῶν δῆλον ὅτι τῶν Ἀθηναίων. 266 ἀπὸ κοινοῦ τὸ δείσαντες. 267 πεπονθότʼ ἐστὶ μᾶλλον; μᾶλλον ἔπαθον ἥπερ ἐποίησα· οὐκοῦν καὶ συγγνώμης ἄξιός εἰμι. τὸ ἑξῆς, ἢ δεδρακότα, τοῦτʼ ἐγὼ καλῶς ἔξοιδα. 268 ἔργα δῆλον ὅτι. 269 τοῦτʼ ἐγὼ καλῶς ἔξοιδα: οἶδα ὅτι μᾶλλον ἠδικήθην ἥπερ ἠδίκησα. 271 ὥστʼ εἰ φρονῶν ἔπρασσον: ἄκων μέν, φησίν, ἔδρων εἰ δὲ καὶ ἑκὼν προπαθὼν ἠμυνάμην, δῆλον δὲ διὰ τὸ βλαβῆναι ὅτε ἐγεννήθη· ἅστε δύο μοι, φησί, βοηθεῖ, ἢ τε ἄγνοια καὶ τὸ προπαθόντα ἀμύνασθαι. 273 ἱκόμην ἴνʼ τὴν τοῦ πατρῴου φόνου λέγει ὁδόν. 277 καὶ μὴ θεοὺς τιμῶντες: ἐπεὶ κατὰ κυθόχρηστον ἐληλυθέναι φησὶ καὶ γνώμῃ θεοῦ· μὴ ἐναντία τοίνυν τοῦ θεοῦ ποιεῖτε. 278 ξήτει. 280 ἔχφευξιν.