Ancient Greek · ~2 min
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 3
Not analysed yet
3 τίς τὸν πλανήτην Οἰδίπουν: ἔστι μὲν ἀφʼ ἑτέρας ἀρχῆς λαμβάνοντα λέγειν οὕτως, τίς τὸν πλανήτην Οἰδίπουν δέξεται, δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι τοῦ τίς μὴ πυσματικῶς κειμένου ἀλλʼ ἀντὶ τοῦ ἣ ἄρθρου ὥστε τῷ πόλιν συντετάχθαι καὶ τὸν λόγον ἔχειν οὕτως, τίνας χώρους ἀφίγμεθα ἢ τίνων ἀνδρῶν πόλιν ἢ τὸν πλανήτην Οἰδίπουν δέξεται; ὅτι δὲ τῷ τίς ἀντὶ ἄρθρου χρῶνται Καλλίμαχός φησιν οὕτως ὑπεὶρ ἄλα κεῖνος ἐνάσθη Ἀλκαθόου τις ἄπυστος· ἠθικώτερον δὲ τὸ πρῶτον. ἀντὶ τοῦ ἣ ἄρθρου τὸ τίς. τίς ἡμᾶς σήμερον ὑποδέξεται;