Ancient Greek
4 to 20
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 4-3-20
Not analysed yet
4 σπανιστοῖς; εὐτελέσι, τοῖς κατὰ σπάνιν τοῦ αἰτοῦντος διδομένοις. 6 μεῖον βραχύτερον ἀποφερόμενον τοῦ αἰτηθέντος· οὐ γὰρ ὅσα αἰτεῖ τις λαμβάνει. καὶ τόδʼ ἐξαρκοῦν ὅμως γοῦν τούτοις ἀρκούμενον. 7 στέργειν γὰρ αἱ πάθαι: ταῦτά με στέργειν τὰ δυστυχήματα ὁ πολὺς πεποίηκε χρόνος καὶ τὸ τῶν συμφορῶν πλῆθος καὶ τὸ τῆς ἀνδρείας πλεονέκτημα· πάθαι γὰρ αἱ συμφοραί· ἀπὸ κοινοῦ δὲ τὸ διδάσκουσιν ἀντὶ τοῦ εἴθισμαι τῷ πολλῷ χρόνῳ καὶ μεμελέτηκα τῆς τύχης τὰ δύσκολα. 9 καθέδραις. 10 ἢ πρὸς βεβήλοις: βέβηλος τόπος ἐστὶν ὁ ἀκάθαρτος καὶ βατὸς πᾶσι καὶ βέβηλος ἀνὴρ ὁ μιαρός· Εὐριπίδης Πρωτεσιλάῳ οὐ γὰρ θέμις βέβηλον ἅπτεσθαι δόμων καὶ ἀείδω ξυνετοῖσι, θύρας δʼ ἐπίθεσθε βέβηλοι· βεβήλοις οὖν τοῖς πᾶσι βασίμοις τόποις μηδὲ ἀνειμένοις θεοῖς· ἐκ μεταφορᾶς δὲ βεβήλους καὶ τοὺς ἀμυήτους φασὶ καὶ ἀκαθάρτους· Σοφοκλῆς δὲ ἐν Συνδείπνῳ βέβηλον τὸν ἰδιώτην φησίν. βατοῖς. 11 στῆσόν με ἐκ τῆς ὁδοιπορίας καὶ μαθησόμεθα. μαθησόμεθα. 12 μανθάνειν γὰρ ἥκομεν: εἰς γὰρ τοῦτο, φησίν, ἐληλύθαμεν ἅτε δὴ ξένοι ὄντες παρὰ τῶν ἀστῶν μανθάνειν τί ἐστι πρακτέον ἡμῖν. 13 πο(ιεῖν). 14 πάτερ ταλαίπωρε: οὐκ ἐμπαροινεῖν βουλομένη τῷ πατρὶ ταλαίπωρον ἀποκαλεῖ ἀλλὰ τοῦ πάθους παριστᾶσα τὸ μέγεθος· πωρεῖν δὲ οἱ Ἠλεῖοι τὸ πενθεῖν φασι· καὶ Ἀντίμαχος πωρητὺν ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἕκαστος θέντο· παρὰ τοῦτο οὖν ταλαίπωρος ἐτυμολογεῖται. 15 ὡς ἀπʼ ὀμμάτων πρόσω. γράφε ὡς ἀνομμάτῳ ὅ ἐστιν ὡς τυφλῷ σημῆναι πρόσω εἰσίν· ὡς ἄν τις πόρρω ἀφορῶν τεκμήραιτο· ὡς ἄν τις τὰ ὄμματα πόρρω ἔχων. ὡς ἔστιν ἐκ προόψεως τεκμήρασθαι. λίαν. 16 πλήθων. 17 πυκνόπτεροι δʼ |εἴσω: οἷον κατὰ τὸν χῶρον· ἐκράτησε δὲ μεγάλως τῇ φράσει ὥστε μέλισσαν αὐτὸν ἐκάλεσαν οἱ κωμικοί. 18 κατʼ κατὰ τὸν χῶρον. εὐστομοῦσιν: εὐφθογγοῦσιν, εὐφώνως ᾄδουσιν. 19 ἐπὶ τοῦ λιθίνου βάθρου· γράφε πάγου. 20 προὐστάλης ὁδόν: προῆλθες μακροτέραν ὁδὸν ἢ ὡς ἥρμοζε γέροντι.