Ancient Greek
315 to 344
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 315-344
Not analysed yet
315 γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις: οὐκ ἐν ταῖς ἀπερριμμέναις καὶ εὐτελέσι τεταγμένη ἀλλὰ δῆλον ὅτι προὔχουσα ἐν εὐγενείᾳ. 317 οὐδʼ ἀνιστόρουν μακράν: ἐπολυπραγμόνουν, περιειργαζόμην· μακρὰν δὲ ἐπὶ πολύ· καλῶς δὲ ὁ Λίχας διὰ τὸ ὕποπτον οὐδὲ τὸ γένος αὐτῆς ὡμολόγησεν εἰδέναι. 318 ξυναιχμαλωτίδων· ἔχεις δὲ ἀντὶ τοῦ ἔγνως. 319 Ἀττικῶς· ἤνυον. 320 ἐκ σαυτῆς: ἀπὸ σαυτῆς καὶ μὴ ὡς ἀφʼ ἡμῶν ἀναγκαζομένη· συμφορὰ γάρ ἐστι τὸ μὴ γινώσκεσθαί σε ἥτις τυγχάνεις· τοῦτο δέ φησιν ὡς μέλλουσα αὐτῇ δεξιῶς χρήσασθαι εἰ γνοίη τὰ κατʼ αὐτήν. 322 οὔ τἄρα τῷ γε πρόσθεν: ἐὰν αἰδουμένη σε φθέγξηται κατʼ οὐδὲν ἄρα ἐξ ἴσου τῷ πρόσθεν χρόνῳ προκομίσειεν αὐτῆς τὴν γλῶτταν· τὸν γὰρ πρὸ τούτου χρόνον ἐσιώπα καὶ οὐδὲν πρὸς ἐμὲ τῶν καθʼ ἑαυτὴν ἐδημοσίευσεν οὔτε μικρὸν οὔτε μέγα παντελῶς. ὡς οὐκ ἐλάλησε πρῴην οὐδὲ νῦν λαλήσει. 325 καταπονουμένη. 326 ἐδάκρυεν. 327 ἔρημον, ὑψηλήν· Ὅμηρος ἠνεμόεσσάν φησι. ἡ δέ τοι τύχη. αὐτὴ δὲ ἡ τύχη καθ᾿ ἣν σιωπᾷ ἐπιβλαβὴς μὲν αὐτῇ ἐστι καθʼ ὃ οὐ τυγχάνει τῆς παρὰ σοῦ δεξιότητος ὅμως συγγνώμην ἔχει. 329 δʼ οὖν ἐάσθω: μὴ ἀναγκαζέσθω λέγειν ἀλλὰ πραττέτω ὥσπερ αὐτῇ φίλον ἵνα μὴ δόξωμεν αὐτὴν λυπεῖν. 333 πρὸς τὸν Ἡρακλέα δηλονότι. 335 αὐτοῦ γε πρῶτον: ὁ προευαγγελισάμενος κατέχει αὐτὴν ἵνα εἴπῃ περὶ ὧν ἥκουσεν παῤ αὐτοῦ ἐν τῷ προαστείῳ λέγοντος. 336 οὕστινας ἄγεις: ἄγεις ἀντὶ τοῦ ἔπεμψας· ἦσαν δὲ καὶ ἄρσενες μετὰ τῶν αἰχμαλώτων. 337 ὧν τʼ οὐδὲν εἰσήκουσας: περὶ τούτων γὰρ πάντων προσήκει σε μαθεῖν· τούτων γὰρ ἔχω τὴν γνῶσιν. 339 τοῦ με τήνδʼ ἐφίστασαι βάσιν; :τίνος ἕνεκεν τὴν πορείαν καὶ τὴν εἴσοδον ἱστᾷς καὶ κωλύεις; 341 ψευδῶς. 342 τὸν Λίχαν καὶ τὰς αἰχμαλώτους. 344 σοὶ ταῖσδέ τʼ οὐδέν: ἀντὶ τοῦ οὐδὲν οὔτε πρὸς σὲ οὔτε πρὸς ταύτας ἀπόρρητον· τούτους δὲ ἢ τὰς αἰχμαλώτους καὶ τοὺς ἅμα δύντας ἄρσενας ἢ τοὺς περὶ τὸν Λίχαν.