Ancient Greek · ~8 min
267 to 314
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 267-314
Not analysed yet
267 ὡς λείπει ἡ ὑπό, ὡς ὑπὸ ἐλευθέρου ἀνδρὸς ὑβρίζοιτο, λέγει δὲ τοῦ Εὐρυσθέως. 269 ἔρριψεν ἐκτὸς τῆς οἰκίας αὐτὸν ἀπεώσατο. ὧν ἔχων χόλον: ὑπὲρ δὴ τούτων ὀργιζόμενος Ἡρακλῆς ἐφόνευσε τὸν Ἴφιτον εἰς τὸ τῆς Τιρυνθίας ὄρος παραγεγονότα διὰ τὴν τῶν ἵππων ἀναζήτησιν. 272 τότʼ ἄλλοσ᾿ αὐτὸν ὄμμα: ἀλλαχόσε τὸν νοῦν ἔχοντα καὶ οὐδὲν δεινὸν πείσεσθαι προσδοκῶντα ἀπὸ τοῦ ὄρους ἐδίσκευσεν. τὸ τηνικαῦτα. 273 πυργώδους ὑψηλοῦ ὅρους. 274 τοῦ φόνου. 276 οὐδʼ ἠνέσχετο: οὐχ ὑπήνεγκεν αὐτοῦ τὴν μιαιφονίαν ὅτι τὰς ἄλλας αὐτοῦ σεμνὰς πράξεις διὰ ταύτης κατῄσχυνεν. 280 ὕβριν γὰρ οὐ στέργουσιν: τὴν ἀδικίαν· οἷον οὐδʼ αὐτὸ τὸ θεῖον ὑβριζόμενον καρτερεῖ ὁ λίαν ἐστὶν ἀνεκτότατον. 281 κεῖνοι δʼ ὑπερχλίοντες: οἱ παῖδες τοῦ Εὐρύτου ὑπερηφάνως λοιδορησάμενοι τῷ Ἡρακλεῖ ἀνῃρέθησαν ὑπερεντρυφήσαντες τῇ καθ᾿ Ἡρακλέους λοιδορίᾳ. 284 ἄζηλον: κακοδαίμονα, ὃν οὐκ ἄν τις ζηλώσειεν· Ὅμηρος ἀμέγαρτε συβῶτα. 286 ἐφεῖτʼ| ἐνετείλατο. πιστὸς ὢν ὡς προσετάγην. 287 αὐτὸν δʼ ἐκεῖνον: τὸ ἑξῆς, αὐτὸν φρόνει ἥξοντα τουτέστι προσδόκα ὅταν διὰ τῆς θυσίας καθάρῃ αὐτὸν ἀπὸ τοῦ φόνου. 289 τὸ ἥξειν ἐκεῖνον. 291 νῦν σοι τέρψις. ἀντὶ ἐν τούτῳ τῷ χρόνῳ καθʼ ὃν ἀπαγγέλλω τὰ χρηστά· ἢ κατὰ τοῦτον τὸν τρόπον. 294 πανδίκῳ ἀντὶ μετὰ πάσης δικαιοσύνης. 296 ὅμως δʼ ἔνεστι: γνωμολογεῖ ὁρῶσα τὰς αἰχμαλώτους· καὶ τοῦτο τοὖπός ἐστιν ἀνδρὸς εὔφρονος, ὅταν καλῶς πράσσῃ τις ἐλπίζειν κακά. 303 ὦ Ζεῦ τροπαῖε: ἀποτρεπτικέ, ἀλεξίκακε· ἱκετεύει δὲ μὴ παθεῖν παραπλήσια ταῖς αἰχμαλώτισι τὰ τέκνα αὑτῆς. 304 πρὸς τοὐμὸν οὕτω ἀντὶ κατὰ τῶν ἐμῶν παίδων. 305 μηδʼ εἴ τι δράσεις: δεικτικῶς ἀντὶ τοῦ ἐμοῦ· ὁ δὲ νοῦς, εἰ καὶ μέλλεις τι δρᾶν κατὰ τῶν ἐμῶν παίδων τοῦτο ἐμοῦ ζώσης ἀναβαλοῦ. 308 ἄνανδρος ἢ τεκνοῦσα; τέκνα ἔχουσα ὅπερ Καλλίμαχός φησι παιδοῦσα. πρὸς μὲν γὰρ φύσιν: ὅσον μὲν γάρ ἐστιν ἐκ τῆς ἡλικίας καὶ φύσεως τοῦ σώματος στοχάζεσθαι ἄπειρος εἶ τῶν ἐκ τοῦ γάμου προσγινομένων ἔοικας δὲ ὅμως τις εἶναι εὐγενής. 313 ἀπὸ τῆς καταστάσεως τεκμαίρεται. 314 τί δʼ ἄν με καὶ τί με καὶ μάτην ἀνακρίνεις; ἀγνοῶ γάρ.