Ancient Greek · ~8 min
324 to 396
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 324-396
Not analysed yet
324 εἴθε γένοιτό μοι ὠργισμένῳ ὅρμησις κατʼ αὐτῶν καὶ τὴν δύναμιν ἐνδείξασθαι. ὀργῇ. τὴν πρᾶξιν. 327 τίνος λείπει τὸ ἕνεκεν. 329 μόλις δʼ ὑπὸ τῆς ὀργῆς. 332 περαιτέρω. 334 κοινὴ ἡ πρόθεσις ἡ ὑπό. 335 λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν. 336 ἀντὶ ἀνδρεῖος εἴ γε καὶ γενναῖος ὁ εὐγενής. 338 κρίνω, ἐρωτῶ. 339 οἶμαι μέν σε ἱκανὸν ἔχειν κακὸν τὴν νόσον. τὸ χ ὅτι δὶς τὸ αὐτὸ εἶπεν αὖθις καὶ πάλιν. 343 ἦλθόν με —μετῆλθόν με. 344 χὠ ὁ Φοῖνιξ. 351 οὐ γὰρ ζῶντα. 355 πικρὸν ἤτοι διὰ τὸν θάνατον τοῦ Ἀχιλλέως ἢ διὰ τὸ δυσχείμερον τοῦ τόπου. οὐρίῳ τῷ εὐδίῳ πλῷ. 359 ὁ Ἀχιλλεύς. 363 διὰ μέσου τὸ οἴμοι ἀποδυρόμενός φησιν. λυπηρότατον. 366 κρατεῖ. 369 πρὸς τὸν Ἀγαμέμνονα. 370 πρὶν μαθεῖν ἀντὶ πρὶν ἐμοῦ πυθέσθαι. 373 τὸν Ἀχιλλέα. 374 ἔβαλλον, κατηρώμην, ὕβριζον. 375 μηδὲν ὕβρεως παραλιμπάνων. 376 ὁ Ὀδυσσεύς. 377 ἐνθάδʼ εἰς τὴν ὀργὴν ἐλθὼν καίπερ οὐ μάχιμος ὤν οὐδὲ ὀργίλος. εἰς τὴν ὀργήν. 378 λυπηθείς. 379 τότε, φησίν, ἡνίκα τοῦ Ἀχιλλέως προεκινδυνεύομεν οὐ παρῆς ἔνθα ἔδει σε παρεῖναι ἀλλʼ ἀπῆς ὅπου οὐκ ὤφειλες. 381 λείπει ὅπλα. 383 ἐστερημένος. 385 καὶ οὐ μέμφομαι τοσοῦτον τῷ Ὀδυσσεῖ ὅσον τοῖς περὶ Ἀγαμέμνονα· αὐτοὶ γὰρ πάντων κρατοῦσιν καὶ ἐν αὐτοῖς ἦν τὸ ἐμὲ λαβεῖν. 386 τῶν τῶν βασιλέων. 387 κακῶς φρονοῦντες ὡς καὶ Ὀδυσσεὺς κακῶς φρονεῖ· ἐπὰν γὰρ οἱ βασιλεῖς κακῶς φρονῶσι κακῶς δῆλον ὅτι καὶ οἱ ὑπήκοοι. ἄτακτα ἐργαζόμενοι. 388 τῶν βασιλέων. 389 τοῦτο τῶν πλαγίως νοουμένων. 391 Ῥέα· ἡ αὐτὴ δέ ἐστι τῇ γῇ, ἐν δὲ τοῖς ὄρεσι τὰ μυστήρια αὐτῆς γίνεται. παμβῶτι: πάντας τρέφουσα· παρὰ τὸ Ὁμηρικὸν ζείδωρος ἄρουρα· διὰ δὲ τὸ ταύτην τὴν θεὸν τιμᾶσθαι παρὰ Φρυξὶ πρὸς αὐτὴν τὸν λόγον ποιεῖται. πολύτροφε. 392 μᾶτερ αὐτοῦ ὅτι ἡ αὐτή ἐστι Ῥέα καὶ γῆ. 393 ποταμὸς Λυδίας ἔνθα ἡ Ῥέα τιμᾶται· χρυσᾶ δὲ ψήγματα ἀπὸ τοῦ Τμώλου ὄρους διὰ τοῦ Πακτωλοῦ καταφέρεται. 395 καὶ τότε σε ἐπεκαλεσάμην τιμωρήσασθαι τοὺς περὶ Ἀγαμέμνονα ὅτε παρεδίδοσαν τὰ ὅπλα τοῦ Ἀχιλλέως καὶ νῦν δὲ καλῶ ἵνα τούτους τιμωρήσῃ. ἐπεκαλούμην. 396 ἐς τόνδʼ| τὸν Νεοπτόλεμον.