Ancient Greek
398 to 489
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 398-489
Not analysed yet
398 τὸ ἑξῆς, ὅτε τὰ πατρικὰ ὅπλα παρεδίδοσαν τῷ Λαερτίου. 401 ἐπὶ ἄρματος γὰρ λεόντων ὀχεῖται ἡ Ῥέα. πάρεδρε. 402 σέβας Ῥέα· ἢ νοητέον ἐπὶ τῶν ὅπλων. 405 συμφωνεῖτε. 416 ὁ Τυδέως σύν Ὀδυσσεῖ γὰρ αὐτὸν ἐξέβαλεν Διομήδης. ἐκ Σισύφου γὰρ κύουσα ἡ Ἀντίκλεια ἐγαμήθη Λαέρτῃ καὶ διὰ τοῦτό φησιν αὐτὸν ὥσπερ πεπρᾶσθαι ἐπειδὴ Λαέρτης πολλὰ δοὺς χρήματα ἠγάγετο τὴν Ἀντίκλειαν· τὸ χ δὲ ὅτι πάλιν Λαερτίου κτητικὸν ἀντὶ πρωτοτύπου Λαέρτου. 419 ἐπίστασο. 423 κάκʼ γράφε κἀξεκήρυξε. 425 οἱ μὲν γράφοντες μόνος παρʼ ἱστορίαν φασὶν (εἶχε γὰρ καὶ ἄλλους) οἱ δὲ γόνος τῷ ποιητῇ ἀκολουθοῦντες λέγουσιν. 426 δύʼ αὔτως δείνʼ γράφε δύʼ αὐτὼ δʼ ἐξέδειξας, δυικῶς. 429 ἐν τοῖς ζῶσιν. 431 σοφὸς μέν ἐστιν ἀλλʼ οὐ διόλου ἔσται· αἱ γὰρ τοιαῦται γνῶμαι καταβάλλονται εὐθέως. 443 ἀντὶ ἃ οὐκ ἤθελέν τις ἅπαξ ἀκοῦσαι ταῦτα πολλάκις ἔλεγεν. 445 τοῦτο παρʼ ἱστορίαν· λέγεται γὰρ ὑπὸ Ἀχιλλέως ἀνῃρῆσθαι καθʼ ὃν χρόνον καὶ τὴν Πενθεσίλειαν ἀνεῖλεν· φονευθείσης γὰρ τῆς Πενθεσιλείας ὑπὸ Ἀχιλλέως ὁ Θερσίτης δόρατι ἔπληξε τὸν ὀφθαλμὸν αὐτῆς διὸ ὀργισθεὶς ὁ Ἀχιλλεὺς κονδύλοις αὐτὸν ἀνεῖλεν· ἐλέγετο γὰρ ὅτι καὶ μετὰ θάνατον ἐρασθεὶς αὐτῆς συνελήλυθεν. 446 ἔοικεν. ἐπεὶ κατὰ συνίζησιν βαίνεται ἐπειου ἀντὶ τοῦ που. 447 περικαλύπτουσιν. 448 τετριμμένα τοῖς κακοῖς. 449 σῴζουσιν ἐξ Ἅιδου τοὺς ἐπιτρίπτους καὶ δολερούς. 451 τὰ γινόμενα. 452 τὰ τὰ θεῖα ἔργα· νοσῶν δὲ δυσφημεῖ. 453 ὄρος τῆς Τραχῖνος ἡ Οἴτη· Τραχῖνος δὲ ἦν καὶ Μηλιεύς. 455 ὡς κακούς. 456 ὁ κακὸς νικᾷ τὸν ἀγαθόν· καὶ Ἡσίοδος βλάπτει δʼ ὁ κακὸς τὸν ἀρείονα φῶτα. ὅπου θʼ| (ὅπου) γ᾿. μεῖζον πλέον ἰσχύει. 457 κἀποφθίνει τὰ Ὅμηρος ἐπεὶ τὰ χερείονα νικᾷ. 463 ἀπαλλάξειαν. 465 διδῷ, συγχωρήσῃ. 467 μᾶλλον ἐκ τοῦ σύνεγγυς ἢ ἐξ ἀπόπτου τὸν πλοῦν περιμένειν. 472 κακοῖς. 473 ἐν οἷον οὐκ ἐν τετιμημένῳ μέρει τῆς νεὼς ἀλλʼ ὅπῃ βούλῃ· δηλοῖ δὲ ταῦτα ἐν τοῖς ἑξῆς. 474 βάρους. 475 ὅμως δὲ σῷσόν με γιγνώσκων ὅτι τοῖς εὐγενέσι τὸ αἰσχρὸν ἐχθρόν ἐστι καὶ τὸ καλὸν εὔδοξον. 482 τὸ ἐν παρέργῳ νῦν ἐνεφάνισεν. 486 ἀσθενής, κρατεῖν ἐμαυτοῦ μὴ δυνάμενος. 489 καὶ Ὅμηρος Χαλκωδοντιάδης, μεγαθύμων ἀρχὸς Ἀβάντων.