Ancient Greek
326 to 332
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 326-332
Not analysed yet
326 μὴ πρὸς θεῶν φρονῶν: ὑποβαλόντος τοῦ Τειρεσίου ἀρχὴν ὅτι ἐπίσταται ὁ χορὸς καταλιπαρεῖ εἰπεῖν εἶτα ἀρνουμένου ἐξάγεται εἰς λοιδορίαν πρὸς αὐτὸν ὁ Οἰδίπους ὅθεν παροξυνθεὶς λέγει· ἔχει οὖν τὰ τῆς διαθέσεως ἄριστα. 328 ἐγὼ δʼ οὐ μή ποτε |τἄμ᾿ ὡς ἂν εἴπω: οὐκ ἐκφανῶ τὰ ἐμὰ ἔπη ἵνα μὴ τὰ σὰ εἴπω κακά· ἤδη δὲ τρανότερόν φησιν ὅτι τὰ αὑτοῦ κακὰ ἀποκρύπτεται. 332 ἐγώ τʼ ἐμαυτὸν οὔτε σ᾿ ἀλγύνω: ἑαυτὸν ἀλγύνειν ἔφη ἴσως ἐπιστάμενος ὅτι κακῶς ἀκούσεται ὑπ᾿ αὐτοῦ ἀπιστούμενος, τάχα δὲ καὶ βουλόμενος ἀποκρύπτειν συμπεριέλαβεν ἑαυτὸν ὡς καὶ ἔμπροσθεν τἄμ᾿ ὡς ἂν εἴπω μὴ τὰ σ᾿ ἐκφήνω κακά.