Ancient Greek · ~2 min
ΕΙΣ ΟΙΔΙΠΟΥΝ ΤΥΡΑΝΝΟΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 334
Not analysed yet
334 οὐκ, κακῶν κάκιστε: ἐν ὑπερβατῷ ὁ λόγος, οὐ λέξεις, ὦ κακῶν κάκιστε, ἀλλʼ ὧδʼ ἄτεγκτος κἀτελεύτητος φανῇ; καὶ γὰρ ἂν πέτρου φύσιν σύ γ᾿ ὀργάνειας ὅ ἐστι ταράξειας καὶ εἰς ὀργὴν ἐμβάλοις· ἀπολογεῖται δὲ περὶ τῆς ὕβρεως λέγων ὅτι καὶ πέτρου φύσιν σύ γ᾿ ὀργάνειας· ἄτεγκτος δὲ ἀντὶ τοῦ ἀσυμπαθὴς καὶ ἀδάκρυτος· τέγγειν γὰρ τὸ βρέχειν· ἀτελεύτητος δὲ δυσαξίωτος, δυσπαράκλητος, ἀμείλιχος.