Ancient Greek · ~2 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 348
Not analysed yet
348 ἰὼ φίλοι ναυβάται: τάχιστα τὸ πᾶν ἀπήγγειλεν τῷ τροπικῷ, βούλεται δὲ σημᾶναι ὅτι ἐκ μεγάλου χειμῶνος ὥσπερ ὑπὸ κινήσεως ἀνέμων κῦμά τι, ὑπολειφθὲν ἀπὸ τοῦ γεγονότος χειμῶνος, κυκλεῖ αὐτόν· μετὰ γὰρ τὸν χειμῶνα εἴωθεν τὸ κῦμα ἐπὶ πλέον μένειν· λείπει δὲ τὸ ὡς ἵνʼ ἢ ὡς ἀμφίδρομον οἷον τὸ πανταχόθεν περιτρέχον ἐξ οὗ τὴν ὑπερβολὴν τοῦ κακοῦ σημαίνει ὅτι κατʼ οὐδὲν αὐτῷ ἐν εὐδίᾳ ἦν τὰ πράγματα.