Ancient Greek · ~2 min
344 to 346
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 344-346
Not analysed yet
344 ἀνὴρ φρονεῖν ἔοικεν· ἀλλʼ ἀνοίγετε: ἐκ τοῦ καλεῖν τὸν Τεῦκρον στοχάζονται καὶ ἀνοίγειν κελεύουσιν ἴνα αἰδεσθείη θεασάμενος· οἷον τάχ᾿ ἂν αἰδεσθείη με ἢ οἷον τάχα ἂν ἐφʼ ἡμῖν αἰδεσθείη ἀπολιπὼν ἡμᾶς ἀνάρχους καὶ ὑποχειρίους τοῖς ἐχθροῖς. 346 προσβλέπειν δʼ ἔξεστι: ἐνταῦθα ἐκκύκλημά τι γίνεται ἴνα φανῇ ἐν μέσοις ὁ Αἴας ποιμνίοις· εἰς ἔκπληξιν γὰρ φέρει καὶ ταῦτα τὸν θεατήν, τὰ ἐν τῇ ὄψει περιπαθέστερα· δείκνυται δὲ ξιφήρης, ᾑματωμένος μεταξὺ τῶν ποιμνίων καθήμενος.