Ancient Greek · ~7 min
352 to 389
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 352-389
Not analysed yet
352 οὔρειόν τʼ ἀκμῆτα ἀπὸ κοινοῦ τὸ ὑπὸ ζυγὸν ἄξεται. 354 τὴν ἀνθρωπίνην διάλεξιν. 355 ἀνεμόεν τὴν περὶ τῶν μετεώρων φιλοσοφίαν. ἀστυνόμους ὀργάς: τὴν τῶν νόμων ἐμπειρίαν διʼ ὧν τὰ ἄστεα νέμονται ὅ ἐστι διοικοῦνται. 356 δυσχερῆ τὸν ἐπαυλισμὸν ποιούντων. 357 ψυχρά. εὐαίσθητός ἐστι καὶ οἰκοδομημάτων. 359 παντοπόρος. εἰς πάντα μηχανὰς ἐξευρίσκων καὶ ἐπʼ οὐδὲν ἄπορος τῶν μελλόντων θανάτου μόνον οὐχ εὗρεν ἴαμα. 363 νόσων δʼ ἀμηχάνων. ὡς ἰατρικήν, δίαιταν, γυμναστικὴν καὶ τὰ ὅμοια· ταῦτα δὲ οὐκ ἂν ἕτερον ζῷον μηχανήσαιτο. 364 ἐπινενόηκεν καὶ γινώσκει. 365 σοφόν τι τὸ μηχανόεν; τὸ μηχανόεν τῆς τέχνης σοφὸν ἔχων ὅ ἐστι τὸ μηχανικὸν τῆς ἐπιτεχνήσεως σοφὸν ἔχων ὡς οὐκ ἄν τις προσδοκήσειεν οὐ μίαν ὁδὸν βαδίζει τὴν ἐπὶ τὰ ἀμείνω ἀλλὰ ποτὲ μὲν ἐπὶ τὰ ἀγαθὰ φέρεται ποτὲ δὲ ἐπὶ τὰ χείρω. τὸ μηχανόεν σοφόν τι καὶ παρὰ προσδοκίαν ἔχων, ὡς οὐκ ἄν τις προσδοκήσειεν. 368 νόμους παρείρων χθονός: ὁ πληρῶν τοὺς νόμους καὶ τὴν δικαιοσύνην ὑψίπολις γίνεται ὅ ἐστιν ἐν τῇ πόλει ὑψηλός. 370 ἄπολις ὅτῳ τὸ μὴ καλόν: ἄπολις δὲ ἐκεῖνος καὶ ταπεινὸς ἐν τῇ πολιτείᾳ τινι τὸ μὴ καλὸν σύνεστιν καὶ ὅστις οὐ μετὰ τόλμης τὸ καλὸν ἐκπληροῖ. 372 ἀντὶ τοῦ σύνεστιν. 375 ὃς τάδʼ ὃς τοιοῦτον ἐπιτετήδευκε βίον. 376 ἐς δαιμόνιον τέρας ἀμφινοῶ: ὁρῶντες ἑλκομένην τὴν Ἀντιγόνην ἐκπλήττονται ὅτι γυνὴ ἦν ἡ ὑπερβᾶσα τὸ κήρυγμα. περισσὴ ἡ ἀμφί. 381 μὴ πειθαρχοῦσαν. 384 φύλαξ. 387 προὔβην. 388 ἄναξ, βροτοῖσιν: ἀπώμοτον ἀντὶ ἀπηγορευμένον καὶ ἀπροσδόκητον· ἀντὶ τοῦ οὐκ ὀφείλει τις ἀπομόσασθαι περί τινος ὅτι οὐκ ἂν αὐτὸ πράξειεν· ἡ γὰρ πρώτη δόκησις ἐκκρούεται ὑπὸ τῆς ἐπιγινομένης δόξης δευτέρας· τοῦτο δέ φησιν ὅτι τοῦ Κρέοντος ἀπειλήσαντος τότε ὤμοσεν μηκέτι ἐμφανὴς ἔσεσθαι, νῦν δὲ εὑρὼν τὴν Ἀντιγόνην πάλιν ἐλήλυθεν. 389 ψεύδει γὰρ ἡ πίνοια: ψευδῆ ποιεῖ· ἡ γὰρ ἐπίνοια ὅ ἐστιν ἡ ἐπιοῦσα γνώμη τὴν ἀπελπίσασαν γνώμην ψευδῆ ποιεῖ.