Ancient Greek · ~7 min
392 to 444
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 392-444
Not analysed yet
392 ἀλλʼ ἡ γὰρ ἐκτὸς καὶ παῤ ἐλπίδας: ἡ ἀπροσδόκητος χαρὰ οὐκ ἔοικεν εἰς τὸ μέγεθος ἄλλῃ ἡδονῇ ὅ ἐστι πᾶσαν ἡδονὴν νικᾷ τὸ μέγεθος τῆς παῤ ἐλπίδας χαρᾶς. 394 καίπερ ὢν ἀπώμοτος. καίπερ ὀμωμοκὼς μὴ ἐλθεῖν. 396 ἄνω γὰρ εἶπεν ὅτι κληρώσας ἦλθεν. 397 τὸ κέρδος. 399 λείπει ὤν. 400 τῶνδʼ ἀπηλλάχθαι ἀντὶ τοῦ μὴ ὑποπτεύεσθαι. 404 ὃν σὺ τὸν νεκρὸν ἀπεῖπας: τὸ ἑξῆς, τὸν νεκρὸν ὃν σὺ ἀπεῖπας θάπτειν· οὕτω δὲ χρῶνται οἱ παλαιοὶ ὥστε δύο ἄρθρα, προτακτικόν τε καὶ ὑποτακτικόν, κατὰ τοῦ αὐτοῦ ὀνόματος παραλαμβάνειν· Κρατῖνος ὅνπερ Φιλοκλέης τὸν λόγον διέφθορεν. 405 ὡς. 406 καὶ πῶς ὁρᾶται. ποίῳ τρόπῳ αὐτὴν συνελάβεσθε καὶ κατειλήφατε; 409 ἀποψήξαντες. 410 μυδῶν τε σῶμα γυμνώσαντες: τὸν ἀπὸ σήψεως ἰχῶρα ἀποστάζον ὡς τὸ δάκρυσι μυδαλέα. ἄλλως, μυδῶν: ἰχῶρα ἀποπέμπον τουτέστι διαλελυμένον καὶ δίυγρον. 411 ὑπήνεμοι: ἀντὶ ὑπὸ τὸν ἄνεμον, οὐκ ἐναντίον τοῦ ἀνέμου ἀλλʼ ἐστραμμένοι, ἀπὸ τοῦ νεκροῦ ὅπως μὴ φέρῃ πρὸς ἡμᾶς τὴν ὀσμήν. 413 λοιδόροις, ὑβριστικοῖς. 418 τυφὼς λέγεται ὁ καταιγιδώδης ἄνεμος· Ἡσίοδος ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων· σκηπτὸς δὲ λέγεται πᾶν πνεῦμα θυελλῶδες ὅταν συνερείδῃ τῇ γῇ καὶ πάλιν ἄνω αἴρῃ, τὸ δὲ τοιοῦτο καὶ στρόβιλόν τινες καλοῦσι παρὰ τὸ στροβεῖν. οὐράνιον ἄχος; τὸ λυποῦν τὸν αἰθέρα καθὸ ταράσσει αὐτόν. ἀντὶ τοῦ κόνιν. τὸν τυφώνιον ἄνεμον. 421 ἀντὶ τοῦ ἀντείχομεν πρὸς τὴν κόνιν. 423 τὸ φιλόστοργον τῆς κόρης διὰ τούτων ὁρᾶται· θάψασα γὰρ οὐκ ἠμέλησε δακρύων καὶ θρηνημάτων. 426 γυμνὸν τῆς κόνεως. 427 πικράς. 429 διψὰν γράφε διψίαν φέρει. ξηράν. 430 προχόου. 431 κοσμεῖ, κύκλῳ περιρραίνει. 432 ἐπορευόμεθα, ὡρμῶμεν. 433 οὐδὲν ἀντὶ τοῦ οὐ περίφοβον. 436 ὁμολογούσης αὐτῆς ἡδέως καὶ ἀλγεινῶς ἤκουον. 438 φίλους φησὶ διὰ τὸ εἶναι τὴν Ἀντιγόνην τοῦ βασιλικοῦ γένους. 439 οὐδὲν γὰρ προκρίνω τῆς ἐμῆς σωτηρίας. 444 πρὸς τὸν ἄγγελόν φησιν ὁ Κρέων. ὅπου.