Ancient Greek
ΕΙΣ ΤΡΑΧΙΝΙΑΣ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 354-2
Not analysed yet
354 τήν θ᾿ ὑψίπυργον Οἰχαλίαν: Ξερεκύδης φησὶν οὕτως, μετὰ δὲ τὸν ἀγῶνα Ἡρακλῆς ἀφικνεῖται πρὸς Εὔρυτον τὸν Μελανέως τοῦ Ἀρκεσιλάου εἰς τὴν Οἰχαλίαν (ἔκειτο δὲ αὕτη ἐν Θούλῃ τῆς Ἀρκαδίας) καὶ ᾔτει τὴν θυγατέρα Ὕλλῳ γυναῖκα· τοῦ δὲ μὴ δόντος Ἡρακλῆς εἷλε τὴν Οἰχαλίαν καὶ τοὺς υἱοὺς ἔκτεινεν, Εὔρυτος δὲ ἔφυγεν εἰς Εὔβοιαν· Μενεκράτης δὲ οὕτως λέγει, Ἡρακλέα εἰς ἐπιθυμίαν Ἰόλης ἀφικέσθαι τῆς Εὐρύτου, τὸν δὲ μὴ θέλειν διδόναι· ἤρα τε γὰρ αὐτῆς καὶ μίγνυσθαι ἔμελλεν τῇ θυγατρὶ εἰ μὴ Ἀργεῖοι ἐξῆλθον εἰς τὴν Εὔβοιαν.