Ancient Greek · ~8 min
355 to 402
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 355-402
Not analysed yet
355 πεπεικὼς εἴη. αἰχμάσαι τάδε: καταπράξασθαι τῇ αἰχμῇ ὅ ἐστι διὰ πολέμου κατορθῶσαι. 358 ὃν νῦν παρώσας: τὸν ἔρωτα αὐτῆς ἀπωσάμενος τἀναντία εἶπεν ὁ Λίχας. παραπεμψάμενος. 360 κρύφιον ὡς ἔχῃ λέχος. λαθραῖόν σοι, μὴ εἰδυίας σοῦ· ἀλλʼ ἵνα ὡς παλλακίδα αὐτὴν λάβοι. 362 τῇ Οἰχαλίᾳ τῇ πατρίδι τῆς Ἰόλης. 365 καὶ νῦν ὡς ὁρᾷς: ἀντὶ τοῦ ἐς ἀκούεις, ἥκει δὲ ἀντὶ τοῦ ἐλεύσεται· διὰ δὲ τούτων τὴν ταχεῖαν αὐτοῦ ἄφιξιν ἐπαγγέλλεται· οὐκ ἀφροντίστως δὲ ἀντὶ τοῦ οὐχ ὡς ἔτυχεν ἀλλὰ διὰ πολλῆς φροντίδος ἔχων αὐτὴν καὶ ἀγαπῶν. 367 μηδὲ προσδόκα τόδε: τὸ ἐν δούλης μέρει ἔχειν αὐτήν. 368 ἐκκέκαυται. 372 ἀθροίσματι. 373 ὥστ᾿ ὥστε με καὶ μαρτύρων εὐπορεῖν εἰ ἀρνήσαιτο. 374 οὐχ ἥδομαι: λυποῦμαι μὲν οὐκ εἰπών σοι τὰ κεχαρισμένα ἀλλʼ ὅμως ἀληθείας ἐγγὺς εἶπον. 377 ἆῤ ἀνώνυμος πέφυκεν: ἆρα ἄσημος οὕτως ἐστὶ καὶ δυσγενὴς ὡς μηδὲ τὸ ὄνομα αὐτῆς γιγνώσκεσθαι; 379 ἦ καὶ τὰ λαμπρά: τινὲς τὸ τοῦ ἀγγέλου πρόσωπόν φασι· τὸ δὲ κατʼ ὄμμα καὶ φύσιν ἀντὶ τοῦ εὐπρεπὴς τὴν ὄψιν καὶ τὸ πᾶν σῶμα· ἀντὶ τοῦ ἄρα τῇ θέᾳ καὶ τὸ γένος ἐφάμιλλον. 382 τοὺς γονεῖς ἀφʼ ὧν ἐβλάστησεν. δῆθεν: προσποιούμενος μηδένα ἠρωτηκέναι μηδὲ ἐγνωκέναι. ἀντὶ τοῦ ὡς δή. 383 ὄλοιντο μή τι πάντες: ὄλοιντο μὴ πάντες ἄνθ ρωποι ἀλλʼ οἱ κακοὶ καὶ ὅσοι μηχανῶνται λάθρᾳ καὶ κακούργους λόγους ἑαυτοῖς συντιθέασιν. 389 οὐκ ἀπὸ ἀλλʼ ἀρεστά. οὐκ ἄνευ συνέσεως· ἢ τοῦτο κἀμοὶ ἀρέσκει. 390 ἡμεῖς δὲ κατʼ ἐρώτησιν. 392 αὐτόματος. 394 ὡς ἕρποντος εἰσορᾷς ὁρᾷς γάρ με ἕρποντα καὶ σπεύδοντα πρὸς τὸν Ἡρακλέα. ὡς τὸ κατεάγη τῆς κεφαλῆς. 396 ἀνακαινίσασθαι καὶ αὖθις ὁμιλῆσαι ἀκριβῶς ἐκ νέας· ἢ οὕτω, πρὶν ἡμῖν καινοτέρους ἀνακοινώσασθαι λόγους. 399 ἴστω ὁ μέγας Ζεὺς ὅτι περὶ ὧν οἶδα ἀκριβῶς σοι διηγήσομαι. 401 ὧν δʼ ἀντὶ ὑπὸ τίνος ἐτέχθη. 402 χ. ὅτι πρὸς βασιλίδα· τὸ δὲ χ ὅτι τὸ ὧδε τοπικόν. ὡς εἰκὸς κάτω νένευκεν ὁ Λίχας· κατασχοῦσα οὖν αὐτὸν τῆς χειρός φησιν, ἀπόβλεψον εἰς ἐμέ· ὁ δὲ ἀνανεύσας ἔφη, πρὸς τίνα γὰρ νομίζεις με βλέπειν;