Ancient Greek
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 360
Not analysed yet
360 ποιμένων: τῶν κηδομένων, τῶν βοηθῶν ὡς καὶ ποιμαίνειν τὸ φροντίζειν. ποιμένων: τῶν ἐμὲ ποιμαινόντων καὶ θαλπόντων· τὴν αὐτὴν οὖν μοι προαίρεσιν λάβε καὶ εὔξαι με ἀποθανεῖν ἢ σφάξον με σὺν τοῖς θρέμμασιν· οὐ διὰ τὴν ἧτταν δὲ τῶν ὅπλων πικρὸς ὢν βούλεται ἀναιρεῖσθαι ἀλλὰ τὸ ὄνειδος ὑφορώμενος τῶν ποιμνίων, ἐν τούτῳ δὲ τὸ ἦθος καὶ ἡ μεγαλοφροσύνη δείκνυται τοῦ Αἴαντος.