Ancient Greek
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 362
Not analysed yet
362 εὔφημα φώνει· μὴ κακόν: τὸ ἐξῆς, μὴ κακὸν κακῷ διδοὺς ἄκος μεῖζον ποίει τῆς ἄτης τὸ πῆμα (ἄτην δὲ τὴν μανίαν, πῆμα δὲ τὸν θάνατον) ὅ ἐστι χεῖρον τῆς μανίας· τοῦτο δέ φησιν ἐπεὶ ὁ Αἴας λέγει τῷ χορῷ ἀλλά με συνδάιξον. ἄλλως: μὴ θεραπείαν κακοῦ ἕτερον κακὸν ἐπεισαγάγῃς οἷον μὴ τῷ θανάτῳ διαλύσῃς τὸ ὄνειδος· πῆμα δὲ ἄτης κατὰ περίφρασιν τὴν ἄτην, μὴ τὴν ἄτην πλείονα ποιήσῃς· ἀρκεῖ γὰρ ἡ παροῦσα.