Ancient Greek · ~2 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 368
Not analysed yet
368 μή, δέσποτʼ Αἴας: τοῦτο Τεκμήσσης ἐστὶ καὶ παρὰ μέρος γίνονται αἰ παραμυθίαι οἷα τὰ τῶν φίλων ἐστὶν ἐν ταῖς τοσαύταις συμφοραῖς παραμυθουμένων ἵνα ἐκεῖνος μὲν ἀπαράλειπτον ἔχῃ τὴν παραμυθίαν οἱ δὲ ἐν μέρει τυγχάνωσιν ἀναπαύλης· τὸ δʼ οὐκ ἐκτός; οὐκ ἄψορρον πρὸς τὴν Τέκμησσάν φησιν· ἐκείνοις μὲν γὰρ διαλέγεται Αἴας δεόμενος αὐτῶν ἐνταῦθα δὲ τῇ Τεκμήσσῃ ἐπιπλήσσει (εἰώθαμεν γὰρ τοῖς ἐγγυτέρω παρρησιάζεσθαι) οὐχ ὡς αἰχμάλωτον ἐξουθενῶν.