Ancient Greek · ~3 min
371 to 382
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 371-382
Not analysed yet
371 πρὸς θεῶν: τοῦτο ὁ χορὸς τῆς Τεκμήσσης σιγησάσης διὰ τὴν ἐπιτίμησιν, οὐ μὴν πρὸς τοῦτο ἀποκρίνεται ὁ Αἴας ἀλλʼ ἀνοιμώζει πάλιν· ἔστι γὰρ καὶ τοῦτο ἴδιον τῶν καμνόντων ὥστε μὴ ἀκολούθως φθέγγεσθαι. 377 ἐπʼ ἐπὶ τετελεσμένοις καὶ ἴασιν οὐκ ἔχουσιν κατὰ τὸ Σιμωνίδου τὸ γὰρ γεγενημένον οὐκέτʼ ἄρεκτον ἔσται. 378 ὅπως ταῦτα μὴ οὕτως σχοίη. 380 κακῶν πανοῦργε καὶ περίεργε. 381 κακοπινέστατον; τὸν πίνον ποτὲ μὲν ἐπὶ τῆς ἰδέας ποτὲ δὲ ἐπὶ τοῦ ἤθους· ἐνταῦθα οὖν τὸν κακοήθη· ἀντὶ τοῦ κολάκευμα, τρίμμα. κακοπινέστατον; ῥυπαρόν· πινῶδες γὰρ ἀδόκιμον τῇ γνώμῃ καὶ οὐ καθαρόν, ἄλλοτε ἄλλα νοῶν. ἀπάτημα, 382 τοῦτο μάλιστα αὐτοῦ ἅπτεται, τὸ τῷ ἐχθρῷ καταγέλαστον εἶναι.