Ancient Greek · ~3 min
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 380
Not analysed yet
380 ὡς αὐτίκ᾿ Ἄργος: ὡς αὐτίκα καὶ τὸ Ἄργος πρὸς οὐρανὸν βιβῶν καὶ τὸ Καδμείων πέδον τιμωρίᾳ ὑποτάξων· τὸ γὰρ τιμὴ ἔσθ᾿ ὅτε πρόστιμον δηλοῖ· Ὅμηρος εἰ δ᾿ ἂν ἐμοὶ τιμὴν Πρίαμος· ἑκάτερον δὲ ἢ ἀντὶ τοῦ καὶ ἐστί· τὸ δὲ ἑξῆς οὕτως, ὡς αὐτίκα ἢ τὸ Καδμείων πέδον τιμῇ καθέξων ἢ τὸ Ἄργος πρὸς οὐρανὸν βιβῶν τουτέστιν ἢ τὸ Ἄργος ὑψώσων τῇ εὐκλείᾳ, ὡς πορθησόντων Ἀργείων τὰς Θήβας καὶ κατὰ τοῦτο ἐνδόξων γενησομένων· ὑπερβατὸν οὖν ἐστι καὶ τὸ ἐξῆς οὕτως, ὡς αὐτίκα ἢ πρὸς οὐρανὸν τὸ Ἀργὸς οἴσων ἐπὶ μέγα αὔξημα ἢ τὸ Καδμείων πέδον τιμῇ καθέξων· ἄλλως γὰρ ἀκούειν τραχύτερον.