Ancient Greek · ~8 min
382 to 436
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 382-436
Not analysed yet
382 ταῦτʼ οὐκ οὐ μέχρι λόγων προκόπτοωτα. 386 φροντίδα. 388 ποίοισι τούτοις; . οἱ ὑπομνηματισάμενοι γράφουσιν οὕτω, χρησμὸς τοιοῦτος γέγονεν ὁποτέρῳ ἂν ὁ Οἰδίπους πρόσθηται τοῦτον κρατεῖν καὶ χωρὶς καὶ κατὰ κοινὸν τοῖς Θηβαίοις ὅτι ἔσται αὐτοῖς μεγάλων κακῶν αἴτιος ἐὰν μὴ θάψωσιν αὐτὸν ἐπὶ τῆς χώρας· ἐβουλόμην δὲ αὐτοὺς μαρτυρίῳ χρήσασθαι ἢ συγγραφέως ἢ ποιητοῦ. 390 εὐνοίας χάριν; ἐν τοῖς ἀναγκαιοτέροις τῶν ἀντιγράφων γράφεται εὐσοίας χάριν ὁ καὶ οἱ ὑπομνηματισάμενοι ἀξιοῦσιν· εὔσοιαν δέ φασι τὴν εὐθένειαν καθάπερ καὶ ἐν Ἀμφιτρύωνι ἐπεὶ δὲ βλάστοι τῶν τριῶν μίαν λαβεῖν εὔσοιαν ἀρκεῖ. ἴνα εὐνοῇς αὐτοῖς. 392 δύναμιν. 395 γέροντα δ᾿ ὀρθοῦν: τὸν ὅπαξ ἐν νεότητι πεςόντα ἐν γήρᾳ ὀρθοῦσθαι ἀδύνατον. χαλεπόν. 399 κατοικίσωσι. ὅπως |πρατῶσι μὲν σοῦ] ἀντὶ ὅπως σχῶσί σε. 401 ἐντὶ οἰκοῦτος. 402 κείνοις ὁ τύμβος: ὁ τύμβος δυστυχῶν ὁ σὸς κείνοις βαρὺς ἀντὶ τοῦ ἐπὶ ξένης σοῦ θαπτομένου δυστυχήσουσιν ἐκεῖνοι. 403 κἄνευ θεοῦ: οἷον πῶς ἄν τις ταῦτα δύναιτο μαθεῖν ἄνθρωπος ὢν θείμεως χωρίς; πέπαιγμαι· ὃ καὶ ἐπίσταται ὅτι Πυθόχρηστόν ἐστι τὸ λεγόμενον. 404 ἀντὶ τοῦ κατοικίσαι. 405 τῆς Θήβης. μηδ᾿ ἵν᾿ ἂν σαυτοῦ: μηδὲ ἐᾶν σε ὅπου ἂν σαυτοῦ ἐξουσιάσῃς. λείπει τὸ ἐᾶν ῥῆμα· ἢ ἀπὸ κοινοῦ τὸ προσθέσθαι. 406 οἶον ἐν Θήβαις με χώσουσιν; 407 τοὔμφυλον ὁ πατρῷος φόνος. 408 εἰ οὐ θάπτουςί με ἐν Θήβῃ· ὁ δὲ μὴ Πλεονάζει. 409 διὰ τὸ βὴ κατασχεῖν δε. 410 ποίας φανείσης: ποίας αἰτίας γενομένης βλαβήσονται; ἀντὶ ὑπὸ θεῶν, ὑπὸ Ἐρινύων ἢ ὑπὸ τίνος; 413 παρὰ τῶν θεωρῶν κλύουσα. 414 ἐρ᾿ ἀντὶ τοῦ δι᾿ ἐμέ. 415 ὥς οἱ θεωροί. 421 ἐν μηδενὶ ἑτέρῳ τὸ τέλος αὐτοῖς ἀποβαίη τῆς μάχης ἢ ἐν ἐμοὶ οἷον μηδεὶς ἄλλος κύριος γένοιτο ἅστε διαλῦσαι τὴν ἔριν αὐτῶν ἢ ἐγώ. 424 κατʼ ἀλλήλων ἐπαίρουσιν. 425 εἰ γὰρ ἐν τῇ ἐμῇ ἐξουσίᾳ γένοιτο οὐδὲ εἷς αὐτῶν ζήσεται. 430 αὐτοῖν ἐπέμφθην: τὸ ἐφʼ ἑαυτοῖς οὐκ ἐπήρκεσαν· ἐνῆν γὰρ αὐτοῖς τοῦτο πρᾶξαι ὡς αὐταρκῶς κεκολασμένου τῇ πηρώσει. 431 τὸ ἐξορισθῆναι. 436 τούτου τοῦ ἔρωτος οὐδείς με ἐποίει ἀπολαῦσαι, τοῦ ἀποθανεῖν δέ φησιν.