Ancient Greek · ~8 min
384 to 417
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 384-417
Not analysed yet
384 τοῦ χοροῦ τὸν περὶ θεῶν λόγον ἐμβαλλομένου οὐκ ἀφίεται ὁ Αἴας ἀλλʼ ὑπὸ τῆς ἰδίας δυνάμεως ἐπαίρεται· φησὶν οὖν, ἴδοιμι αὐτὸν καίπερ οὕτω κακούμενος· δῆλον γὰρ ὅτι ἀμύνομαι εἰ καὶ θεοὶ συλλαμβάνουσιν αὐτῷ. ἄτης πεπληρωμένος. 386 μηδὲν μέγ᾿ ὁποῖον καὶ τὸ ἐν λέκτρα μηδὲν μέγʼ ἀύσῃς· τοῦτο δὲ πρὸς τὸ ἴδοιμί νιν καίπερ δʼ ἀτώμενος. 389 ἄλημα: πλάνημα καὶ παραλογιστικὸν πανούργημα ἢ περίτριμμα παρὰ τὸ λέπειν. αἱ τοιαῦται προσφωνήσεις οὐ διαλύουσι τὴν ὑπόἵνα θεσιν παραλαμβάνουσαι τὸ μέλλον ἀλλὰ προσοχὴν ἐργάζονται τῷ θεατῇ προσδοκῶντι πῶς τὸ δεινὸν ἀπαντήσειεν. 392 ἐπειδὴ διὰ τῆς παραμυθίας οὐκ ἠδυνήθη αὐτὸν μεταθεῖναι δοκεῖ ἐκ τούτων αὐτὸν μεταθεῖναι· κἀμοὶ οὖν εὔχου ἀποθανεῖν. 395 τουτέστιν ὡς ἐμοὶ φαεινότερον τοῦ ἡλίου, ὡς ἐμοὶ χρῆσθαι κριτῇ· ἢ παρέλκει τὸ ὡς. ὡς εἴ τις τὸν θάνατον σωτηρίαν νομίσειεν. 397 οὔτε γὰρ θεῶν γένος οὔτε ἀνθρώπων γένος ὁρᾶν ἔτι ἄξιόν μοι εἰς ὠφέλειαν· ἄριστον τοίνυν ἐξιέναι τοῦ βίου· ἢ οὕτως, εἰς ὄνησιν ἀνθρώπων, ὠφέλεια οὐκ εἰσί μοι οὔτε οἱ ἄνθρωποι οὔτε οἱ θεοί· τί οὖν ζῶ; 398 τὸ ἐξ ἁμερίων ἀνθρώπων. 400 εἰς εἰς ἡδονήν. 401 καὶ ταῦτα χρησίμως κατὰ τὸν χορὸν ἵνα ἐπίστανται πόθεν ἡ καταρχὴ τῆς μανίας· ἔδει οὖν οὐ παρὰ ἄλλου μαθεῖν ἢ παῤ ἐκείνου τοῦ πεπονθότος· συνίησι γὰρ πεπλανημένος ὑπὸ Ἀθηνᾶς· ἡ γὰρ Τέκμησσα τὸ ὅλον ἀγνοεῖ. 402 μέχρι θανάτου. 403 φύγῃ: γράφε τράπῃ. 404 ποῦ ἐλθὼν παραμενῶ; πανταχοῦ γὰρ ἕπεται ἡ θεὸς αἰκιζομένη. 405 τὰ κατὰ τὴν κρίσιν τῶν ὅπλων. 407 διὰ τὴν ἀναίρεσιν τῶν βοτῶν. 408 δίπαλτος: ἀμφοτέραις ταῖς χερσὶν οἷον περιδεξίως με φονεύοι· παντὶ σθένει ὡς Δίδυμος· ἢ ὁ στρατός με φονεύοι λαβὼν τὰ δίπαλτα δοράτια ὡς Πῖός φησιν. τὴν ἀπὸ τῶν ἐχθρῶν ἐπιβουλὴν προβάλλεται. 410 τοιαῦτα φωνεῖν ἃ πρότερον οὐκ ἂν ἔτλη γενναιότατος ὤν. 412 πόροι: ποταμοὶ εἰς θάλασσαν ῥέοντες· οὐ τοὺς ἐν Σαλαμῖνι δέ φησιν ἀλλὰ τοὺς ἐν Τροίᾳ. ποταμοί. 413 νέμος τὸ ἄλσος τοῦ ὄρους τῆς Ἴδης τὸ παράλιον. 417 ἀμπνοὰς ζῶντα. ὅτι οὐκ ἔχω ἔτι ζῆν.