Ancient Greek · ~2 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 383
Not analysed yet
383 ξὺν τῷ θεῷ πᾶς καὶ γελᾷ: κινδυνεύει εἰς ἐναντίον εἶναι τὸ διανόημα ἐὰν νομίζωμεν φάσκειν τὸν χορὸν ὅτι θεοῖς ἀρέσκει γελᾶν ἐκεῖνον καὶ ἐφήδεσθαί σοι· τοῦτο γὰρ προτροπὴν μᾶλλον φέρει εἰς τὸν θάνατον Αἴαντι· ἀκουστέον οὖν οὕτως, οὐχ ὅτι θεῷ ἀρέσκει γελᾶν ἐκεῖνον ἀλλʼ ὅτι θεῶν βουλομένων καὶ τὰ κακὰ μεθίσταται εἰς τέρψιν· εἰκὸς οὖν καὶ ἡμῖν, φησί, βοηθήσειν τὸ θεῖον· ἢ οὕτω, θεὸς καὶ τὸ γελᾶν καὶ τὸ κλαίειν δίδωσιν· πῶς οὖν σοῦ ἔχει καταγελάσαι Ὀδυσσεὺς αἴτιός σοι γεγονὼς τῆς ἀτυχίας ὅπου γε παρὰ θεῶν δίδοται;