Ancient Greek
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 421
Not analysed yet
421 οὐκέτʼ ἄνδρα: οὐ νεμεσητὸν Αἴαντι μεγαλαυχεῖσθαι· ὅταν μὲν γάρ τις ἐν μετρίᾳ διαγωγῇ ᾖ τότε εὔσχημον περιστέλλειν τὰ ἑαυτοῦ πλεονεκτήματα ἀπηυδηκότα δὲ ἄνδρα οὐκ ἄν τις μέμψαιτο εἰ μεγαλαυχεῖται ὁποῖα καὶ ὁ Ἡρακλῆς ἐν τῷ τέλει ὢν περὶ τῆς ἀνδρείας αὐτοῦ διέξεισι· καὶ γίνεται ἐπίτασις τοῦ πάθους ὁπόταν τὸ τοιοῦτο διαφθείρηται, ἔτι δὲ αὔξεται τὸ πάθος οὐχ ὑπὸ ἄλλου λεγόμενον ἀλλʼ ὑπὸ αὐτοῦ.