Ancient Greek · ~8 min
422 to 460
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 422-460
Not analysed yet
422 ἔπος ἐξερῶ κομπάσω. 428 οὔτοι σ᾿ ἀπείργειν: ὁ χορός ἐστιν ὁ λέγων· ἐνδίδωσι γὰρ τῷ Αἴαντι κάμνοντι ὅπερ ἐστὶν εἶδος παραμυθίας, ἡ δὲ Τέκμησσα τοῦτο οὐκ ἐποίει. 429 ἀντὶ τοῦ δύναμαι. 430 αἶ αἶ· τίς ἄν ποτʼ ᾤεθ’ ὧδʼ ἐπώνυμον: ἐντεῦθεν μακρὰν ῥῆσιν μηκύνει ὁ Αἴας· ἔστι δὲ καὶ τοῦτο ἀρχαιότροπον, τὸ πρὸς τὰς ὀνομασίας ἐκφέρειν τὰς συμφοράς· καλῶς μὲν οὖν πράττων οὐκ ἂν ἐμέμνητο τοῦ διανοήματος ἐν συμφορᾷ δὲ ὤν. ἐπώνυμον κ. συνῳδὸν ἔσεσθαι καὶ ἐπώνυμον τοῖς ἐμοῖς κακοῖς· ἔπλεξε δὲ τὸ ὄνομα παρὰ τὸ αἶ αἶ τὸ θρηνητικόν. 433 περιπαθῶς τὰ τοῦ πατρὸς κατορθώματα παραλαμβάνει· οὐκ ἐλάσσονα γὰρ τοῦ πατρὸς ποιήσας ἄτιμος ἐλαύνομαι. 434 Ἰδαία τὸ πάλαι ἡ Τροία ἐκαλεῖτο. 435 εἴληφε τὴν Ἡσιόνην παρὰ τοῦ Ἡρακλέους. 437 πιθανῶς τὸ μὴ εἰπεῖν πλείονα τοῦ πατρὸς κακοπαθῆσαι ἀλλὰ μὴ ἐλάττονα. 439 λείπει ἡ διὰ ἵνʼ ᾖ διʼ ἐμῆς χειρός. δείξας, βοηθήσας, ποιήσας. 440 ἀντὶ τοῦ ὑπὸ Ἀργείων· ἢ ἀρκέσας Ἀργείοις ἄτιμος ὢν ἀπόλλυμαι. 441 ἀντὶ τοῦτο. 442 χάριεν τὸ διανόημα. ἐπεξιὼν τὰς ἑαυτοῦ συμφορὰς καταλέγει πρῶτα τὰ κατὰ τὴν ἀδικίαν τῆς κρίσεως· τοῦτο γάρ ἐστι τὸ πρῶτον αὐτὸν λελυπηκός· εἰπὼν δὲ τὰ ἴδια κατορθώματα διεξῆλθεν καὶ ὡς συγγενικὴ αὐτῷ ἡ παρὰ τὸ χωρίον ἀνδραγαθία. 445 παντουργῷ: πάντα πράττοντι καὶ μηδὲν ὑποστελλομένῳ, πανούργῳ καὶ ἀναιδεῖ. 446 ἀνδρὸς τοῦδʼ| δεικτικῶς ἀντὶ τοῦ ἐμοῦ. 448 γνώμης ἀπῇξαν τῆς ἐμῆς: οἷον εἰ μὴ διὰ ἔκστασιν τοῦ δέοντος ἐξέπεσον αἱ διάνοιαί μου οὐκ ἄν ποτε ἄλλου οὕτως ἀδίκως κατεψηφίσαντο· ὡς καὶ παρʼ Ὁμήρῳ ἦ γὰρ ἄν, Ἀτρεΐδη, νῦν ὕστατα λωβήσαιο. 450 παρθένος, ἄζυγος. 453 παρὰ τὴν αἰχμὴν αἰχμάξαι. 455 οὐχ γράφε οὐκ ἔχοντος, τὸ ἔγκλημα τῆς φυγῆς αὐτῶν· πάνυ δὲ γενναίως ἐμμένει τῷ λήματι· τὸ γὰρ ἐφʼ ἑαυτῷ ἀνῃρηκέναι φησὶ τοὺς Ἕλληνας καὶ ἡττῆσθαι οὐχ ὑπʼ ἐκείνων ἀλλὰ διὰ τὴν ἐπήρειαν τῆς θεοῦ. 458 διὰ τὸ πεπλανῆσθαι ὑπὸ τῆς θεοῦ. 460 ναυλόχους λιπὼν τὸν ναύσταθμον.