Ancient Greek · ~2 min
43 to 55
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 43-55
Not analysed yet
43 χ. ἀντὶ αὐτὰς διὸ τὸ χ. ἄλλα δʼ ἀλλαχοῦ καλά: παρʼ ὅσον ἄλλοι ἄλλοις ὀνόμασι καλοῦσιν αὐτάς. ἄλλα ὀνόματα παρʼ ἄλλοις καλὰ νομίζονται, παρʼ ἡμῖν δὲ ταῦτα, τὸ ὀνομάζειν αὐτὰς Εὐμενίδας. 44 ἀλλʼ ἵλεως μέν: ἵλεῴ μοι αἱ Εὐμενίδες· ἐγὼ γὰρ οὐκ ἀναστήσομαι ἐντεῦθεν. 46 τί δʼ ἐστὶ ἀντὶ διὰ τί οὐκ ἀνίστασαι; ξυμφορᾶς ξύνθημα. σύμβολόν μοι τῆς συμφορᾶς τὸ καταντῆσαί με εἰς Ἐρινύων ἱερόν. 48 πρὶν γ᾿ ἂν ἐνδείξω τί ἕωςʼ οὗ τῇ πόλει ἐνδείξω τί χρὴ ποιεῖν. 50 ἱκετεύω. 55 ὁ πυρφόρος ὁ φαιστος.