Ancient Greek · ~2 min
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 42-2
Not analysed yet
42 τὰς πάνθʼ ὁρώσας Εὐμενίδας: Ἐπιμενίδης Κρόνου φησὶ τὰς Εὐμενίδας ἐκ τοῦ καλλίκομος γένετο χρυσῆ Ἀφροδίτη Μοῖραί τʼ ἀθάνατοι καὶ Ἐρινύες αἰολόδωροι, Ἴστρος δὲ ἐν τῇ δ' μητέρα τῶν Εὐμενίδων Εὐωνύμην ἀναγράφει ἣν νομίζεσθαι γῆν· ἔνιοι δὲ μεταβαλεῖν αὐτάς φασι τὸ ὄνομα ἐπὶ Ὀρέκτῃ· τότε γὰρ πρῶτον Εὐμενίδας κληθῆναι εὐμενεῖς αὐτῷ γενομένας κριθέντι νικᾶν παρʼ Ἀθηναίοις καὶ ὁλοκαυτώσαντι αὐταῖς ὄιν μέλαιναν ἐν Κερυνείᾳ τῆς Πελοποννήσου· Φιλήμων δὲ ὁ κωμικὸς ἑτέρας φησὶ τὰς Σεμνὰς θεὰς τῶν Εὐμενίδων.