Ancient Greek · ~8 min
44 to 129
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 44-129
Not analysed yet
44 φύλλον εἴ τι βοτάνην τινὰ παυσώδυνον. 45 τὸν οὖν ὥς τινος παρισταμένου αὐτῷ. 46 ἀπαντήσας, ἐπιπεσών. 48 ἀπέρχεται, φησίν, ὁ θεράπων εἰς κατασκοπήν. φυλάξεται φυλαχθήσεται παρʼ ἡμῶν ἡ ὁδὸς αὐτοῦ. 55 ἀπατήσῃς. 57 τόδʼ οὐχὶ τοῦτο γὰρ οὐχὶ ψευσόμεθα. 59 οἱ γὰρ ἐξ ἑνὸς ἠδικημένοι φιλοῦσιν ἀλλήλους. 60 καλέσαντες. 61 τήνδʼ τὸ σὲ ἐλθεῖν εἰς Ἴλιον. 62 οὐκ οὐκ ἄξιον ἡγήσαντο. 63 ἐλθόντι λείπει σοι. 65 ἔσχατʼ αἰσχρότατα. 68 προτρεπτικῶς εἰς. μὲν τὴν συμμαχίαν οὐ τὸν ἄνδρα ἀλλὰ ψιλῶς τὰ τόξα ὠνόμασεν εἰς δὲ τὴν πόρθησιν τὸν Νεοπτόλεμον. 72 ὤμοσαν γὰρ τῷ Τυνδάρεῳ πάντες Ἕλληνες συνελθεῖν ἐὰν ἁρπασθῇ ἡ Ἑλένη. 75 τόξων ἔχων τὰ τόξα. 77 σοφίσασθαι. 94 βούλομαι δ᾿, ἄναξ, καλῶς: ἀντὶ ἀληθεύων, νικᾶν δὲ κακῶς ἀντὶ μετὰ ψευδολογίας· ὅ ἐστι θέλω εἰπὼν τὸ ἀληθὲς ἀποτυχεῖν μᾶλλον ἢ ἐξαπατᾶν τὸν ἄυδρα καὶ ἐπιτυχεῖν· εἰσάγει δὲ αὐτὸν ὁ Σοφοκλῆς τὸν τοῦ πατρὸς λόγον λέγοντα ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀίδαο πύλῃσιν ὅς χ᾿ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσὶν ἄλλο δὲ βάζῃ. 98 εἰς εἰς πεῖραν τῶν πραγμάτων. 99 κρείσσονα τῶν ἔργων οὖσαν τὴν γλῶσσανδιαβάλλει τοὺς καθʼ ἑαυτὸν ῥήτορας ὁ ποιητὴς ὡς διὰ γλώσσης πάντα κατορθοῦντας. τὴν τὴν ἀπάτην. πάνθʼ προηγουμένην εἰς ἅπαντα. ἀνύουσαν. 100 ὃ θέλεις κέλευε πλὴν τοῦ ψεύδεσθαι. 105 ἄφυκτα γὰρ ἦν τὰ Ἡράκλεια βέλη καὶ τοῦ σκοποῦ μὴ ἀποτυγχάνοντα ἢ ἐπανερχόμενα εἰς ἑαυτόν. 106 οὐκοῦν οὐδὲ προσελθεῖν αὐτῷ εὐθαρσές ἐστι καὶ ἀσφαλές; πλησιάσαι. 107 ἀπάτῃ. 109 εἰ σωτηρία ἐξ αὐτοῦ προσγίνεται. 110 πῶς οὖν ἀποβλέπων τις εἰς τὸ ψεῦδος ἐρεῖ αὐτό; νοῶν ἢ λογισμὸν ἔχων; 111 ἀποδειλιᾶν. 113 πορθεῖ. 116 ληπτέα, ἄξια τοῦ θηραθῆναι. 117 φέρῃ τιμήματα ἀποφέρῃ. 118 ποῖα, δυικῶς. 119 σοφὸς μὲν διὰ τὸ κλέψαι ἀγαθὸς δὲ διὰ τὸ πορθῆσαι· ἢ σοφοῦ μὲν ὄντος καθόλου τοῦ δολῶσαι δυναμένου νῦν δὲ καὶ τοῦ δόλου ἀγαθοῦ ὄντος. ἀντὶ κεκλημένος εἴης. 122 συνεθέμην. 125 τὸν σκοπὸν τοῦτον πρὸς τὴν ναῦν ἀποπέμψω καὶ πάλιν, ἐὰν καιρὸς καλῇ, ἐνταῦθα αὐτὸν ἀποστελῶ ἐάν μοι δόξητε βραδύνειν. 129 ὡς ἂν ἀγνοία ἵνα μὴ γνωσθῇ.