Ancient Greek · ~8 min
446 to 488
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 446-488
Not analysed yet
446 κηλῖδας ἐξέμαξεν: ἢ τῇ ἑαυτῶν κεφαλῇ ἀπέμασσον τοῦ ξίφους τὰς κηλῖδας ἢ τῇ τοῦ φονευομένου ὥσπερ τὰς ἐπὶ τῷ μύσει κηλῖδας ἀποτρεπόμενοι. 448 προοικονομικῶς ἀποστέλλει αὐτὴν εἰς τὸν τάφον ἐπὶ τὸ εὑρεῖν τὸν βόστρυχον Ὀρέστου. 451 ἀλιπαρῆ τρίχα. περιπαθῶς μὲν τὸ τῆς πενίας τὸ δὲ ἀλιπαρῆ ἀντὶ τοῦ αὐχμηράν· ἐν δὲ τῷ ὑπομνήματι λιπαρῆ ὅ ἐστιν ἐξ ἧς αὐτὸν λιπαρήσομεν ὡς εἰ ἔλεγεν ἱκέτιν τρίχα. 452 καὶ ζῶμα τοὐμόν: σύμφωνον τοῦτο τῷ ὧδε μὲν ἀεικεῖ σύν στολᾷ· ζῶμα δὲ νῦν τὴν ζώνην δηλοῖ οὐ τὸ ἔνδυμα ἵνα τούτῳ στέφῃ τὸν τάφον ἀντὶ μίτρας· δίδωσι γὰρ τὸ ζῶμα ἀντὶ ταινίας. 455 ἐξ ὑπερτέρας χερός ἀντὶ τοῦ ἰσχυροτέρας οἷον μετὰ δυνάμεως μείζονος. 463 κοινῷ τῷ ἐμῷ καὶ σῷ. 466 τὸ γὰρ δίκαιον οὐκ ἔχει λόγον: οὐκ ἔχει λόγον τὸ φιλονεικεῖν περὶ τοῦ δικαίου ὥστε περὶ αὐτοῦ δύο ὄντας ἐρίζειν· δεῖ γὰρ τὸν ἕτερον τῷ ἑτέρῳ πείθεσθαι· ἢ τὸ οὐκ ἔχει λόγον ἀντὶ τοῦ οὐ παρέχει πρόφασιν. ἄλλως: οὐ δισταγμοῦ, φησί, καὶ ἀμφιβολίας προσδεῖται τοῖς δύο πότερον δεῖ ταῦτα ποιεῖν ἢ προσερίζειν. 469 σιγὴ παρʼ ὑμῶν: εὐλαβὴς οὖσα ἡ Χρυσόθεμις κρύπτειν ἀξιοῖ τὸν χορόν. 471 τὴν ἐπιχείρησιν. 472 εἰ μὴ ἐγὼ παράφρων. ὁ χορὸς ἐκ τοῦ ὀνείρου προμαντευόμενος θαρρεῖν παραινεῖ τὴν Ἠλέκτραν. ἀνόητος. 475 εἶσιν ἁ πρόμαντις. ἡ προμαντευομένη τὰ μέλλοντα ἢ τοῖς συνετοῖς προγινωσκομένη. 477 μέτεισιν: μέτεισι, φησί, παρέχουσα τούτοις δύναμιν ὡς χειρώσασθαι τοὺς ἐχθρούς. 482 οὐ γάρ ποτʼ ἀμνηστεῖ: οὐ γὰρ ἀμνημονεῖ, φησί, τῶν τολμηθέντων καθ᾿ ἑαυτοῦ ὁ βασιλεὺς ἀλλ᾿ ἐπεξελεύσεται κατὰ τῶν ἐχθρῶν. 484 χαλκόπληκτος. ἀπὸ κοινοῦ τὸ ἀμνηστεῖ, οὐδʼ ἀμνημονεῖ, φησίν, ἡ χαλκόπληκτος γένυς ἡ ἑλοῦσα αὐτὸν ἀλλὰ καὶ αὐτὴ τιμωρὸς ἥξει κατὰ τῶν δρασάντων. 485 εἶδος πελέκεως. 488 ἥξει καὶ πολύπους: ἡ Ἐρινὺς ἡ ἐκείνῳ τῷ φόνῳ ἀκολουθήσασα· οὕτως ἐν τῷ ὑπομνήματι. ἥξει καὶ πολύπους: ἐν δὲ τῷ ὑπομνήματι κεῖται πολύπαις· ἐπεὶ γάρ, φησίν, ἐν τῷ Ὀρέστῃ τὴν πᾶσαν ἐλπίδα ἔχουσι ἥξει καὶ πολύπους τὸ πολύπαις ἐν ὑπερβολῇ ἔθηκεν, ἡ πολλὰ κακὰ τίκτουσα.